Ολυμπιόνικοι
Πίνδαρος
|
|
1. ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙῼ ΚΕΛΗΤΙ ἄριστον μὲν ὕδωρ ὁ δὲ χρυσὸς αἰθόμενον πυ̂ρ ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου: εἰ δ' ἄεθλα γαρύεν ἔλδεαι, φίλον ἠ̂τορ, 5
μηκέθ' ἁλίου σκόπει [10] ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι' αἰθέρος, μηδ' ̓Ολυμπίας ἀγω̂να φέρτερον αὐδάσομεν: ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται σοφω̂ν μητίεσσι, κελαδει̂ν 10
Κρόνου παι̂δ' ἐς ἀφνεὰν ἱκομένους μάκαιραν ̔Ιέρωνος ἑστίαν, θεμιστει̂ον ὃς ἀμφέπει σκα̂πτον ἐν πολυμάλῳ [20] Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετα̂ν ἄπο πασα̂ν, ἀγλαί̈ζεται δὲ καὶ 15
μουσικα̂ς ἐν ἀώτῳ, οἱ̂α παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου λάμβαν', εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις [30] νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν, 20
ὅτε παρ' ̓Αλφεῳ̂ σύτο, δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων, κράτει δὲ προσέμιξε δεσπόταν, Συρακόσιον ἱπποχάρμαν βασιλη̂α. λάμπει δέ οἱ κλέος ἐν εὐάνορι Λυδου̂ Πέλοπος ἀποικίᾳ: 25
του̂ μεγασθενὴς ἐράσσατο γαιάοχος [40] Ποσειδα̂ν, ἐπεί νιν καθαρου̂ λέβητος ἔξελε Κλωθὼ ἐλέφαντι φαίδιμον ὠ̂μον κεκαδμένον. ἠ̂ θαυματὰ πολλά, καί πού τι καὶ βροτω̂ν φάτις ὑπὲρ τὸν ἀλαθη̂ λόγον δεδαιδαλμένοι ψεύδεσι ποικίλοις* ἐξαπατω̂ντι μυ̂θοι30
Χάρις δ', ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοι̂ς, [50] ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι τὸ πολλάκις: ἁμέραι δ' ἐπίλοιποι μάρτυρες σοφώτατοι. 35
ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά: μείων γὰρ αἰτία. υἱὲ Ταντάλου, σὲ δ', ἀντία προτέρων, φθέγξομαι, [60] ὁπότ' ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον ἐς ἔρανον φίλαν τε Σίπυλον, ἀμοιβαι̂α θεοι̂σι δει̂πνα παρέχων, 40
τότ' ̓Αγλαοτρίαιναν ἁρπάσαι δαμέντα φρένας ἱμέρῳ* χρυσέαισί τ' ἀν' ἵπποις ὕπατον εὐρυτίμου ποτὶ δω̂μα Διὸς μεταβα̂σαι, ἔνθα δευτέρῳ χρόνῳ [70] ἠ̂λθε καὶ Γανυμήδης 45
Ζηνὶ τωὔτ' ἐπὶ χρέος. ὡς δ' ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φω̂τες ἄγαγον, ἔννεπε κρυφα̂ τις αὐτίκα φθονερω̂ν γειτόνων, ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν μαχαίρᾳ τάμον κάτα μέλη, 50
[80] τραπέζαισί τ', ἀμφὶ δεύτατα, κρεω̂ν σέθεν διεδάσαντο καὶ φάγον. ἐμοὶ δ' ἄπορα γαστρίμαργον μακάρων τιν' εἰπει̂ν. ἀφίσταμαι. ἀκέρδεια λέλογχεν θαμινὰκακαγόρους. εἰ δὲ δή τιν' ἄνδρα θνατὸν ̓Ολύμπου σκοποὶ 55
ἐτίμασαν, ἠ̂ν Τάνταλος οὑ̂τος: ἀλλὰ γὰρ καταπέψαι μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ' ἕλεν [90] ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῳ̂ λίθον, τὸν αἰεὶ μενοινω̂ν κεφαλα̂ς βαλει̂ν εὐφροσύνας ἀλα̂ται. ἔχει δ' ἀπάλαμον βίον του̂τον ἐμπεδόμοχθον, 60
μετὰ τριω̂ν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις ἁλίκεσσι συμπόταις [100] νέκταρ ἀμβροσίαν τε δω̂κεν, οἱ̂σιν ἄφθιτον θη̂καν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει. 65
τοὔνεκα προη̂καν υἱὸν ἀθάνατοί οἱ πάλιν μετὰ τὸ ταχύποτμον αὐ̂τις ἀνέρων ἔθνος. πρὸς εὐάνθεμον δ' ὅτε φυὰν [110] λάχναι νιν μέλαν γένειον ἔρεφον. ἑτοι̂μον ἀνεφρόντισεν γάμον 70
Πισάτα παρὰ πατρὸς εὔδοξον ̔Ιπποδάμειαν σχεθέμεν. ἐγγὺς ἐλθὼν πολια̂ς ἁλὸς οἰ̂ος ἐν ὄρφνᾳ ἄπυεν βαρύκτυπον Εὐτρίαιναν: ὁ δ' αὐτῳ̂ πὰρ ποδὶ σχεδὸν φάνη. 75
[120] τῳ̂ μὲν εἰ̂πε: “φίλια δω̂ρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον, ἐμὲ δ' ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων ἐς ̓̂Αλιν, κράτει δὲ πέλασον. ἐπεὶ τρει̂ς τε καὶ δέκ' ἄνδρας ὀλέσαις 80
ἐρω̂ντας ἀναβάλλεται γάμον [130] θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φω̂τα λαμβάνει. θανει̂ν δ' οἱ̂σιν ἀνάγκα, τί κέ τις ἀνώνυμον γη̂ρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν, ἁπάντων καλω̂ν ἄμμορος; ἀλλ' ἐμοὶ μὲν οὑ̂τος ἄεθλος 85
ὑποκείσεται: τὺ δὲ πρα̂ξιν φίλαν δίδοι.” ὣς ἔννεπεν: οὐδ' ἀκράντοις ἐφάψατ' ὠ̂ν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς [140] ἔδωκεν δίφρον τε χρύσεον πτεροι̂σίν τ' ἀκάμαντας ἵππους. ἕλεν δ' Οἰνομάου βίαν παρθένον τε σύνευνον: τέκε τε λαγέτας ἓξ ἀρεται̂σι μεμαότας υἱούς. 90
νυ̂ν δ' ἐν αἱμακουρίαις ἀγλααι̂σι μέμικται, ̓Αλφεου̂ πόρῳ κλιθείς, [150] τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῳ̂. τὸ δὲ κλέος τηλόθεν δέδορκε τα̂ν ̓Ολυμπιάδων ἐν δρόμοις 95
Πέλοπος, ἵνα ταχυτὰς ποδω̂ν ἐρίζεται* ἀκμαί τ' ἰσχύος θρασύπονοι: ὁ νικω̂ν δὲ λοιπὸν ἀμφὶ βίοτον* ἔχει μελιτόεσσαν εὐδίαν [160] ἀέθλων γ' ἕνεκεν. τὸ δ' αἰεὶ παράμερον ἐσλὸν 100
ὕπατον ἔρχεται παντὶ βροτω̂ν. ἐμὲ δὲ στεφανω̂σαι κει̂νον ἱππίῳ νόμῳ Αἰοληί̈δι μολπᾳ̂ χρή: πέποιθα δὲ ξένον μή τιν', ἀμφότερα καλω̂ν τε ἴδριν ἁμᾳ̂ καὶ δύναμιν κυριώτερον, 105
τω̂ν γε νυ̂ν κλυται̂σι δαιδαλωσέμεν ὕμνων πτυχαι̂ς. [170] θεὸς ἐπίτροπος ἐὼν τεαι̂σι μήδεται ἔχων του̂το κα̂δος, ̔Ιέρων, μερίμναισιν: εἰ δὲ μὴ ταχὺ λίποι, ἔτι γλυκυτέραν κεν ἔλπομαι 110
σὺν ἅρματι θοῳ̂ κλεί̈ξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων [180] παρ' εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὠ̂ν Μοι̂σα καρτερώτατον βέλος ἀλκα τρέφει: ἐπ' ἄλλοισι δ' ἄλλοι μεγάλοι. τὸ δ' ἔσχατον κορυφου̂ται βασιλευ̂σι. μηκέτι πάπταινε πόρσιον. 115
εἴη σέ τε του̂τον ὑψου̂ χρόνον πατει̂ν, ἐμέ τε τοσσάδε νικαφόροις ὁμιλει̂ν, πρόφαντον σοφίᾳ καθ' ̔́Ελλανας ἐόντα παντᾳ̂.
2. ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ ἀναξιφόρμιγγες ὕμνοι, τίνα θεόν, τίν' ἥρωα, τίνα δ' ἄνδρα κελαδήσομεν; ἤτοι Πίσα μὲν Διός: ̓Ολυμπιάδα δ' ἔστασεν ̔Ηρακλέης ἀκρόθινα πολέμου:
Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου 5 [10] γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμ' ̓Ακράγαντος, εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν: καμόντες οἳ πολλὰ θυμῳ̂ ἱερὸν ἔσχον οἴκημα ποταμου̂, Σικελίας τ' ἔσαν
[20] ὀφθαλμός, αἰὼν δ' ἔφεπε μόρσιμος, πλου̂τόν τε καὶ χάριν ἄγων 10 γνησίαις ἐπ' ἀρεται̂ς. ἀλλ' ὠ̂ Κρόνιε παι̂ ̔Ρέας, ἕδος ̓Ολύμπου νέμων ἀέθλων τε κορυφὰν πόρον τ' ̓Αλφεου̂, ἰανθεὶς ἀοιδαι̂ς εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον
λοιπῳ̂ γένει. τω̂ν δὲ πεπραγμένων 15 [30] ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδ' ἂν χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος: λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ' ἄν. ἐσλω̂ν γὰρ ὑπὸ χαρμάτων πη̂μα θνάσκει
παλίγκοτον δαμασθέν, 20 ὅταν θεου̂ Μοι̂ρα πέμπῃ ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις [40] Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δὲ κρεσσόνων πρὸς ἀγαθω̂ν.
ζώει μὲν ἐν ̓Ολυμπίοις ἀποθανοι̂σα βρόμῳ 25 κεραυνου̂ τανυέθειρα Σεμέλα, φιλει̂ δέ νιν Παλλὰς αἰεί, καὶ Ζεὺς πατὴρ μάλα, φιλει̂ δὲ παι̂ς ὁ κισσοφόρος: λέγοντι δ' ἐν καὶ θαλάσσᾳ μετὰ κόραισι Νηρη̂ος ἁλίαις βίοτον ἄφθιτον
̓Ινοι̂ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτω̂ν γε κέκριται 30 πει̂ρας οὔ τι θανάτου, [59] οὐδ' ἡσύχιμον ἁμέραν ὁπότε, παι̂δ' ἁλίου, ἀτειρει̂ σὺν ἀγαθῳ̂ τελευτάσομεν: ῥοαὶ δ' ἄλλοτ' ἄλλαι εὐθυμια̂ν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.
οὕτω δὲ Μοι̂ρ', ἅ τε πατρώιον 35 τω̂νδ' ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ ἐπί τι καὶ πη̂μ' ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ: [70] ἐξ οὑ̂περ ἔκτεινε Λᾳ̂ον μόριμος υἱὸς συναντόμενος, ἐν δὲ Πυθω̂νι χρησθὲν
παλαίφατον τέλεσσεν. 40 ἰδοι̂σα δ' ὀξει̂' ̓Εριννὺς ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον: λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις ἐν μάχαις τε πολέμου
[80] τιμώμενος, ̓Αδραστιδα̂ν θάλος ἀρωγὸν δόμοις: 45 ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου ἐγκωμίων τε μελέων λυρα̂ν τε τυγχανέμεν. ̓Ολυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο, Πυθω̂νι δ' ὁμόκλαρον ἐς ἀδελφεὸν
[90] ̓Ισθμοι̂ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων 50 ἄγαγον. τὸ δὲ τυχει̂ν πειρώμενον ἀγωνίας παραλύει δυσφρονα̂ν. ὁ μὰν πλου̂τος ἀρεται̂ς δεδαιδαλμένος φέρει τω̂ν τε καὶ τω̂ν [100] καιρόν, βαθει̂αν ὑπέχων μέριμναν ἀγροτέραν,
ἀστὴρ ἀρίζηλος, ἐτήτυμον 55 ἀνδρὶ φέγγος: εἰ δέ νιν ἔχων τις οἰ̂δεν τὸ μέλλον, ὅτι θανόντων μὲν ἐνθάδ' αὐτίκ' ἀπάλαμνοι φρένες ποινὰς ἔτισαν, τὰ δ' ἐν τᾳ̂δε Διὸς ἀρχᾳ̂ ἀλιτρὰ κατὰ γα̂ς δικάζει τις ἐχθρᾳ̂
λόγον φράσαις ἀνάγκᾳ: 60 ἴσαις δὲ νύκτεσσιν αἰεί, [110] ἴσαις δ' ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾳ̂ οὐδὲ πόντιον ὕδωρ
κεινὰν παρὰ δίαιταν: ἀλλὰ παρὰ μὲν τιμίοις 65 [120] θεω̂ν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται αἰω̂να: τοὶ δ' ἀπροσόρατον ὀκχέοντι πόνον ὅσοι δ' ἐτόλμασαν ἐστρὶς ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν: ἔνθα μακάρων 70 να̂σος ὠκεανίδες [130] αὐ̂ραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσου̂ φλέγει, τὰ μὲν χερσόθεν ἀπ' ἀγλαω̂ν δενδρέων, ὕδωρ δ' ἄλλα φέρβει, ὅρμοισι τω̂ν χέρας ἀναπλέκοντι καὶ στεφάνοις
βουλαι̂ς ἐν ὀρθαι̂σι ̔Ραδαμάνθυος, 75 ὃν πατὴρ ἔχει γας ἑτοι̂μον αὐτῳ̂ πάρεδρον, [140] πόσις ὁ πάντων ̔Ρέας ὑπέρτατον ἐχοίσας θρόνον. Πηλεύς τε καὶ Κάδμος ἐν τοι̂σιν ἀλέγονται: ̓Αχιλλέα τ' ἔνεικ', ἐπεὶ Ζηνὸς ἠ̂τορ
λιται̂ς ἔπεισε, μάτηρ: 80 ὃς ̔́Εκτορ' ἔσφαλε, Τροίας ἄμαχον ἀστραβη̂ κίονα, Κύκνον τε θανάτῳ πόρεν, [150] ̓Αου̂ς τε παι̂δ' Αἰθίοπα. πολλά μοι ὑπ' ἀγκω̂νος ὠκέα βέλη ἔνδον ἐντι φαρέτρας
φωνα̂ντα συνετοι̂σιν: ἐς δὲ τὸ πὰν ἑρμηνέων 85 χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾳ̂: μαθόντες δὲ λάβροι παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον Διὸς πρὸς ὄρνιχα θει̂ον. [160] ἔπεχε νυ̂ν σκοπῳ̂ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν
ἐκ μαλθακα̂ς αὐ̂τε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι 90 ̓Ακράγαντι τανύσαις αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθει̂ νόῳ [170] τεκει̂ν μή τιν' ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μα̂λλον εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα
Θήρωνος. ἀλλ' αἰ̂νον ἔβα κόρος 95 οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπ' ἀνδρω̂ν, τὸ λαλαγη̂σαι ἐθέλων κρύφον τε θέμεν ἐσλω̂ν καλοι̂ς ἔργοις: ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν, [180] καὶ κει̂νος ὅσα χάρματ' ἄλλοις ἔθηκεν
τίς ἂν φράσαι δύναιτο; 100
3. ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ Τυνδαρίδαις τε φιλοξείνοις ἁδει̂ν καλλιπλοκάμῳ θ' ̔Ελένᾳ κλεινὰν ̓Ακράγαντα γεραίρων εὔχομαι, Θήρωνος ̓Ολυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων ἵππων ἄωτον. Μοι̂σα δ' οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον
Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ 5 [10] ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι πράσσοντί με του̂το θεόδματον χρέος, φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλω̂ν ἐπέων τε θέσιν Αἰνησιδάμου παιδὶ συμμι̂ξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνει̂ν: τα̂ς ἄπο
θεόμοροι νίσοντ' ἐπ' ἀνθρώπους ἀοιδαί, 10 [20] ᾡ̂ τινι, κραίνων ἐφετμὰς ̔Ηρακλέος προτέρας, ἀτρεκὴς ̔Ελλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας: τάν ποτε ̓́Ιστρου ἀπὸ σκιαρα̂ν παγα̂ν ἔνεικεν ̓Αμφιτρυωνιάδας,
μνα̂μα τω̂ν Οὐλυμπίᾳ κάλλιστον ἄθλων 15 δα̂μον ̔Υπερβορέων πείσαις ̓Απόλλωνος θεράποντα λόγῳ. [30] πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τ' ἀρετα̂ν. ἤδη γὰρ αὐτῳ̂, πατρὶ μὲν βωμω̂ν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος
ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα, 20 καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ' ἁμα̂ θη̂κε ζαθέοις ἐπὶ κρημνοι̂ς ̓Αλφεου̂: [40] ἀλλ' οὐ καλὰ δένδρε' ἔθαλλεν χω̂ρος ἐν βάσσαις Κρονίου Πέλοπος. τούτων ἔδοξεν γυμνὸς αὐτῳ̂ κα̂πος ὀξείαις ὑπακουέμεν αὐγαι̂ς ἁλίου.
δὴ τότ' ἐς γαι̂αν πορεύεν θυμὸς ὥρμα 25 ̓Ιστρίαν νιν: ἔνθα Λατου̂ς ἱπποσόα θυγάτηρ δέξατ' ἐλθόντ' ̓Αρκαδίας ἀπὸ δειρα̂ν καὶ πολυγνάμπτων μυχω̂ν, [50] εὐ̂τέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυ' ἀνάγκα πατρόθεν χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ', ἅν ποτε Ταϋγέτα
ἀντιθει̂σ' ̓Ορθωσίᾳ ἔγραψεν ἱράν. 30 τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοια̂ς ὄπιθεν Βορέα ψυχρου̂. τόθι δένδρεα θάμβαινε σταθείς. τω̂ν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου [60] ἵππων φυτευ̂σαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται
σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας. 35 τοι̂ς γὰρ ἐπέτραπεν Οὐλυμπόνδ' ἰὼν θαητὸν ἀγω̂να νέμειν ἀνδρω̂ν τ' ἀρετα̂ς πέρι καὶ ῥιμφαρμάτου διφρηλασίας. ἐμὲ δ' ὠ̂ν πᾳ θυμὸς ὀτρύνει φάμεν ̓Εμμενίδαις [70] Θήρωνί τ' ἐλθει̂ν κυ̂δος, εὐί̈ππων διδόντων Τυνδαριδα̂ν, ὅτι πλείσταισι βροτω̂ν
ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις, 40 εὐσεβει̂ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς. εἰ δ' ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος, νυ̂ν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεται̂σιν ἱκάνων ἅπτεται οἴκοθεν ̔Ηρακλέος σταλα̂ν. τὸ πόρσω δ' ἔστι σοφοι̂ς ἄβατον
κἀσόφοις. οὔ νιν διώξω: κεινὸς εἴην. 45
4. ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΡΜΑΤΙ ἐλατὴρ ὑπέρτατε βροντα̂ς ἀκαμαντόποδος Ζευ̂: τεαὶ γὰρ ὡ̂ραι ὑπὸ ποικιλοφόρμιγγος ἀοιδα̂ς ἑλισσόμεναί μ' ἔπεμψαν ὑψηλοτάτων μάρτυρ' ἀέθλων. ξείνων δ' εὐ̂ πρασσόντων ἔσαναν αὐτίκ' ἀγγελίαν
ποτὶ γλυκει̂αν ἐσλοί. 5 [10] ἀλλ', ὠ̂ Κρόνου παι̂, ὃς Αἴτναν ἔχεις, ἰ̂πον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφω̂νος ὀβρίμου, Οὐλυμπιονίκαν δέκευ Χαρίτων ἕκατι τόνδε κω̂μον,
χρονιώτατον φάος εὐρυσθενέων ἀρετα̂ν. Ψαύμιος γὰρ ἵκει 10 [20] ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κυ̂δος ὄρσαι σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων εἴη λοιπαι̂ς εὐχαι̂ς: ἐπεί νιν αἰνέω μάλα μὲν τροφαι̂ς ἑτοι̂μον ἵππων,
χαίροντά τε ξενίαις πανδόκοις 15 καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾳ̂ γνώμᾳ τετραμμένον. οὐ ψεύδεϊ τέγξω λόγον: [30] διάπειρά τοι βροτω̂ν ἔλεγχος: ἅπερ Κλυμένοιο παι̂δα
Λαμνιάδων γυναικω̂ν 20 ἔλυσεν ἐξ ἀτιμίας. χαλκέοισι δ' ἐν ἔντεσι νικω̂ν δρόμον ἔειπεν ̔Υψιπυλείᾳ μετὰ στέφανον ἰών: “ οὑ̂τος ἐγὼ ταχυτα̂τι:
χει̂ρες δὲ καὶ ἠ̂τορ ἴσον. 25 [40] φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας ἐοικότα χρόνον.”
5. ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΠΗΝΗ ὑψηλα̂ν ἀρετα̂ν καὶ στεφάνων ἄωτον γλυκὺν τω̂ν Οὐλυμπίᾳ, ̓Ωκεανου̂ θύγατερ, καρδίᾳ γελανει̂ ἀκαμαντόποδός τ' ἀπήνας δέκευ Ψαύμιός τε δω̂ρα: ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον
[10] βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορται̂ς θεω̂ν μεγίσταις 5 ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις, ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κυ̂δος ἁβρόν νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρ' ̓́Ακρων' ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν. [20] ἵκων δ' Οἰνομάου καὶ Πέλοπος παρ' εὐηράτων
σταθμω̂ν, ὠ̂ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν 10 τὸ τεόν, ποταμόν τε ̓́Ωανιν, ἐγχωρίαν τε λίμναν, καὶ σεμνοὺς ὀχετούς, ̔́Ιππαρις οἱ̂σιν ἄρδει στρατόν, [30] κολλᾳ̂ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, ἀπ' ἀμαχανίας ἄγων ἐς φάος τόνδε δα̂μον ἀστω̂ν:
αἰεὶ δ' ἀμφ' ἀρεται̂σι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον 15 κινδύνῳ κεκαλυμμένον: ἠὺ̈ δ' ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν. [40] Σωτὴρ ὑψινεφὲς Ζευ̂, Κρόνιόν τε ναίων λόφον τιμω̂ν τ' ̓Αλφεὸν εὐρὺ ῥέοντ' ̓Ιδαι̂όν τε σεμνὸν ἄντρον, ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοι̂ς,
αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυται̂ς 20 [50] δαιδάλλειν, σέ τ', ̓Ολυμπιόνικε, Ποσειδανίαισιν ἵπποις ἐπιτερπόμενον φέρειν γη̂ρας εὔθυμον ἐς τελευτάν, υἱω̂ν, Ψαυ̂μι, παρισταμένων. ὑγίεντα δ' εἴ τις ὄλβον ἄρδει, ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.
6. ΑΓΗΣΙᾼ ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝῌ χρυσέας ὑποστάσαντες εὐτειχει̂ προθύρῳ θαλάμου κίονας, ὡς ὅτε θαητὸν μέγαρον πάξομεν: ἀρχομένου δ' ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές. εἰ δ' εἴη μὲν ̓Ολυμπιονίκας,
βωμῳ̂ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, 5 συνοικιστήρ τε τα̂ν κλεινα̂ν Συρακοσσα̂ν: τίνα κεν φύγοι ὕμνον [10] κει̂νος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστω̂ν ἐν ἱμερται̂ς ἀοιδαι̂ς; ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός. ἀκίνδυνοι δ' ἀρεταὶ
οὔτε παρ' ἀνδράσιν οὔτ' ἐν ναυσὶ κοίλαις10 τίμιαι: πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῃ̂. ̔Αγησία, τὶν δ' αἰ̂νος ἑτοι̂μος, ὃν ἐν δίκᾳ [20] ἀπὸ γλώσσας ̓́Αδραστος μάντιν Οἰκλείδαν ποτ' ἐς ̓Αμφιάρηον φθέγξατ', ἐπεὶ κατὰ γαι̂' αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
ἑπτὰ δ' ἔπειτα πυρα̂ν νεκρω̂ν τελεσθεισα̂ν Ταλαϊονίδας 15 εἰ̂πεν ἐν Θήβαισι τοιου̂τόν τι ἔπος: “ποθέω στρατια̂ς ὀφθαλμὸν ἐμα̂ς, ἀμφότερον μάντιν τ' ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.” τὸ καὶ [30] ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ. οὔτε δύσηρις ἐὼν οὔτ' ὠ̂ν φιλόνικος ἄγαν,
καὶ μέγαν ὅρκον ὀμόσσαις του̂τό γέ οἱ σαφέως 20 μαρτυρήσω: μελίφθογγοι δ' ἐπιτρέψοντι Μοι̂σαι. ὠ̂ Φίντις, ἀλλὰ ζευ̂ξον ἤδη μοι σθένος ἡμιόνων, ᾁ̂ τάχος, ὄφρα κελεύθῳ τ' ἐν καθαρᾳ̂ [40] βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρω̂ν
καὶ γένος: κει̂ναι γὰρ ἐξ ἀλλα̂ν ὁδὸν ἁγεμονευ̂σαι 25 ταύταν ἐπίστανται, στεφάνους ἐν ̓Ολυμπίᾳ ἐπεὶ δέξαντο: χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐται̂ς: πρός Πιτάναν δὲ παρ' Εὐρώτα πόρον δει̂ σάμερόν μ' ἐλθει̂ν ἐν ὥρᾳ: ἅ τοι Ποσειδάωνι μιχθει̂σα Κρονίῳ λέγεται
[50] παι̂δα ἰόπλοκον Εὐάδναν τεκέμεν. 30 κρύψε δὲ παρθενίαν ὠδι̂να κόλποις: κυρίῳ δ' ἐν μηνὶ πέμποισ' ἀμφιπόλους ἐκέλευσεν ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος, ὃς ἀνδρω̂ν ̓Αρκάδων ἄνασσε Φαισάνᾳ λάχε τ' ̓Αλφεὸν οἰκει̂ν:
ἔνθα τραφει̂σ' ὑπ' ̓Απόλλωνι γλυκείας πρω̂τον ἔψαυσ' ̓Αφροδίτας. 35 [60] οὐδ' ἔλαθ' Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοι̂ο γόνον. ἀλλ' ὁ μὲν Πυθώναδ', ἐν θυμῳ̂ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ, ᾤχετ' ἰὼν μαντευσόμενος ταύτας περ' ἀτλάτου πάθας. ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
κάλπιδά τ' ἀργυρέαν, λόχμας ὑπὸ κυανέας 40 [70] τίκτε θεόφρονα κου̂ρον. τᾳ̂ μὲν ὁ Χρυσοκόμας πραύ̈μητίν τ' ̓Ελείθυιαν παρέστασέν τε Μοίρας: ἠ̂λθεν δ' ὑπὸ σπλάγχνων ὑπ' ὠδι̂νός τ' ἐρατα̂ς ̓́Ιαμος ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
λει̂πε χαμαί: δύο δὲ γλαυκω̂πες αὐτὸν 45 δαιμόνων βουλαι̂σιν ἐθρέψαντο δράκοντες ἀμεμφει̂ [80] ἰῳ̂ μελισσα̂ν καδόμενοι. βασιλεὺς δ' ἐπεὶ πετραέσσας ἐλαύνων ἵκετ' ἐκ Πυθω̂νος, ἅπαντας ἐν οἴκῳ εἴρετο παι̂δα, τὸν Εὐάδνα τέκοι: Φοίβου γὰρ αὐτὸν φα̂ γεγάκειν
πατρός, περὶ θνατω̂ν δ' ἔσεσθαι μάντιν ἐπιχθονίοις 50 ἔξοχον, οὐδέ ποτ' ἐκλείψειν γενεάν. ὣς ἄρα μάνυε. τοὶ δ' οὔτ' ὠ̂ν ἀκου̂σαι οὔτ' ἰδει̂ν εὔχοντο πεμπται̂ον γεγενημένον. ἀλλ' ἐν [90] κέκρυπτο γὰρ σχοίνῳ βατιᾳ̂ τ' ἐν ἀπειράτῳ,
ἴων ξανθαι̂σι καὶ παμπορφύροις ἀκτι̂σι βεβρεγμένος ἁβρὸν 55 σω̂μα: τὸ καὶ κατεφάμιξεν καλει̂σθαί νιν χρόνῳ σύμπαντι μάτηρ του̂τ' ὄνυμ' ἀθάνατον. τερπνα̂ς δ' ἐπεὶ χρυσοστεφάνοιο λάβεν καρπὸν ̔́Ηβας, ̓Αλφεῳ̂ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδα̂ν' εὐρυβίαν, [100] ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
αἰτέων λαοτρόφον τιμάν τιν' ἑᾳ̂ κεφαλᾳ̂, 60 νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ' ἀρτιεπὴς πατρία ὄσσα, μετάλλασέν τέ νιν: “ὄρσο, τέκος, δευ̂ρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.” [110] ἵκοντο δ' ὑψηλοι̂ο πέτραν ἀλίβατον Κρονίου:
ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον 65 μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν ψευδέων ἄγνωστον, εὐ̂τ' ἂν δὲ θρασυμάχανος ἐλθὼν ̔Ηρακλέης, σεμνὸν θάλος ̓Αλκαϊδα̂ν, πατρὶ ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,
Ζηνὸς ἐπ' ἀκροτάτῳ βωμῳ̂ τότ' αὐ̂ χρηστήριον θέσθαι κέλευσεν.70 [120] ἐξ οὑ̂ πολύκλειτον καθ' ̔́Ελλανας γένος ̓Ιαμιδα̂ν. ὄλβος ἅμ' ἕσπετο: τιμω̂ντες δ' ἀρετὰς ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει χρη̂μ' ἕκαστον: μω̂μος ἐξ ἄλλων κρέμαται φθονεόντων
τοι̂ς, οἱ̂ς ποτε πρώτοις περὶ δωδέκατον δρόμον 75 ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν. [130] εἰ δ' ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, ̔Αγησία, μάτρωες ἄνδρες ναιετάοντες ἐδώρησαν θεω̂ν κάρυκα λιται̂ς θυσίαις πολλὰ δὴ πολλαι̂σιν ̔Ερμα̂ν εὐσεβέως, ὃς ἀγω̂νας ἔχει μοι̂ράν τ' ἀέθλων
̓Αρκαδίαν τ' εὐάνορα τιμᾳ̂: κει̂νος, ὠ̂ παι̂ Σωστράτου, 80 σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν. [140] δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρα̂ς, ἅ μ' ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαι̂ς: ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
πλάξιππον ἃ Θήβαν ἔτικτεν, τα̂ς ἐρατεινὸν ὕδωρ 85 πίομαι, ἀνδράσιν αἰχμαται̂σι πλέκων ποικίλον ὕμνον. ὄτρυνον νυ̂ν ἑταίρους, [150] Αἰνέα, πρω̂τον μὲν ̔́Ηραν Παρθενίαν κελαδη̂σαι, γνω̂ναί τ' ἔπειτ', ἀρχαι̂ον ὄνειδος ἀλαθέσιν
λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὑ̂ν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός, 90 ἠϋκόμων σκυτάλα Μοισα̂ν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδα̂ν: εἰπὸν δὲ μεμνα̂σθαι Συρακοσσα̂ν τε καὶ ̓Ορτυγίας: τὰν ̔Ιέρων καθαρῳ̂ σκάπτῳ διέπων, ἄρτια μηδόμενος, φοινικόπεζαν
[160] ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν, 95 καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων. σὺν δὲ φιλοφροσύναις εὐηράτοις ̔Αγησία δέξαιτο κω̂μον οἴκοθεν οἴκαδ' ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,
[170] ματέρ' εὐμήλοιο λείποντ' ̓Αρκαδίας. ἀγαθαὶ δὲ πέλοντ' ἐν χειμερίᾳ 100 νυκτὶ θοα̂ς ἐκ ναὸς ἀπεσκίμφθαι δύ' ἄγκυραι. θεὸς τω̂ν τε κείνων τε κλυτὰν αἰ̂σαν παρέχοι φιλέων. δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
̓Αμφιτρίτας,
ἐμω̂ν δ' ὕμνων ἄεξ' εὐτερπὲς ἄνθος.105
. Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
||
|
|
|