Νεμεόνικοι
Πίνδαρος
|
|
1. ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΙΠΠΟΙΣ ἄμπνευμα σεμνὸν ̓Αλφεου̂, κλεινα̂ν Συρακοσσα̂ν θάλος ̓Ορτυγία, δέμνιον ̓Αρτέμιδος, Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς 5
ὕμνος ὁρμα̂ται θέμεν αἰ̂νον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν: [10] ἅρμα δ' ὀτρύνει Χρομίου Νεμέα θ' ἔργμασιν νικαφόροις ἐγκώμιον ζευ̂ξαι μέλος. ἀρχαὶ δὲ βέβληνται θεω̂ν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεται̂ς. 10
ἔστι δ' ἐν εὐτυχίᾳ πανδοξίας ἄκρον: μεγάλων δ' ἀέθλων Μοι̂σα μεμνα̂σθαι φιλει̂. σπει̂ρέ νυν ἀγλαί̈αν τινὰ νάσῳ, τὰν ̓Ολύμπου δεσπότας [20] Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς 15
Σικελίαν πίειραν ὀρθώσειν κορυφαι̂ς πολίων ἀφνεαι̂ς. ὤπασε δὲ Κρονίων πολέμου μναστη̂ρά οἱ χαλκεντέος λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ ̓Ολυμπιάδων φύλλοις ἐλαια̂ν χρυσέοις μιχθέντα. πολλω̂ν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών. ἔσταν δ' ἐπ' αὐλείαις θύραις 20
[30] ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος, ἔνθα μοι ἁρμόδιον δει̂πνον κεκόσμηται, θαμὰ δ' ἀλλοδαπω̂ν οὐκ ἀπείρατοι δόμοι ἐντί: λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῳ̂ φέρειν 25
ἀντίον. τέχναι δ' ἑτέρων ἕτεραι: χρὴ δ' ἐν εὐθείαις ὁδοι̂ς στείχοντα μάρνασθαι φυᾳ̂. πράσσει γὰρ ἔργῳ μὲν σθένος, [40] βουλαι̂σι δὲ φρήν, ἐσσόμενον προϊδει̂ν συγγενὲς οἱ̂ς ἕπεται. ̔Αγησιδάμου παι̂, σέο δ' ἀμφὶ τρόπῳ 30
τω̂ν τε καὶ τω̂ν χρήσιες. οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλου̂τον κατακρύψαις ἔχειν, ἀλλ' ἐόντων εὐ̂ τε παθει̂ν καὶ ἀκου̂σαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες [50] πολυπόνων ἀνδρω̂ν. ἐγὼ δ' ̔Ηρακλέος ἀντέχομαι προφρόνως, ἐν κορυφαι̂ς ἀρετα̂ν μεγάλαις ἀρχαι̂ον ὀτρύνων λόγον, 35
ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παι̂ς Διὸς ὠδι̂να φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν, ὡς οὐ λαθὼν χρυσόθρονον Ηραν κροκωτὸν σπάργανον ἐγκατέβα: ἀλλὰ θεω̂ν βασιλέα 40
[60] σπερχθει̂σα θυμῳ̂ πέμπε δράκοντας ἄφαρ. τοὶ μὲν οἰχθεισα̂ν πυλα̂ν ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους ἀμφελίξασθαι μεμαω̂τες: ὁ δ' ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρα̂το δὲ πρω̂τον μάχας, δισσαι̂σι δοιοὺς αὐχένων 45
μάρψαις ἀφύκτοις χερσὶν ἑαι̂ς ὄφιας: ἀγχομένοις δὲ χρόνος [70] ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων. ἐκ δ' ἄρ' ἄτλατον δέος πλα̂ξε γυναι̂κας, ὅσαι τύχον ̓Αλκμήνας ἀρήγοισαι λέχει: 50
καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ' ἀπὸ στρωμνα̂ς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων. ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον: [80] ἐν χερὶ δ' ̓Αμφιτρύων κολεου̂ γυμνὸν τινάσσων φάσγανον ἵκετ', ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκει̂ον πιέζει πάνθ' ὁμω̂ς: εὐθὺς δ' ἀπήμων κραδία κα̂δος ἀμφ' ἀλλότριον. 55
ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῳ̂ τε μιχθείς. εἰ̂δε γὰρ ἐκνόμιον λη̂μά τε καὶ δύναμιν υἱου̂ παλίγγλωσσον δέ οἱ ἀθάνατοι ἀγγέλων ῥη̂σιν θέσαν. 60
[90] γείτονα δ' ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον, ὀρθόμαντιν Τειρεσίαν: ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῳ̂, ποίαις ὁμιλήσει τύχαις, ὅσσους μὲν ἐν χέρσῳ κτανών, ὅσσους δὲ πόντῳ θη̂ρας ἀϊδροδίκας: καί τινα σὺν πλαγίῳ 65
ἀνδρω̂ν κόρῳ στείχοντα τὸν ἐχθρότατον φα̂σέ νιν δώσειν μόρῳ. [100] καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαι̂σι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν: αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων σχερῳ̂ 70
ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντ' ἐξαίρετον ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν ̔́Ηβαν ἄκοιτιν καὶ γάμον [110] δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.
2. ΤΙΜΟΔΗΜῼ ΑΧΑΡΝΕΙ ΠΑΓΚΡΑΤΙΑΣΤῌ ὅθεν περ καὶ ̔Ομηρίδαι ῥαπτω̂ν ἐπέων τὰ πόλλ' ἀοιδοὶ ἄρχονται, Διὸς ἐκ προοιμίου: καὶ ὅδ' ἀνὴρ καταβολὰν ἱερω̂ν ἀγώνων νικαφορίας δέδεκται πρω̂τον Νεμεαίου 5
ἐν πολυυμνήτῳ Διὸς ἄλσει. ὀφείλει δ' ἔτι, πατρίαν [10] εἴπερ καθ' ὁδόν νιν εὐθυπομπὸς αἰὼν ται̂ς μεγάλαις δέδωκε κόσμον ̓Αθάναις, θαμὰ μὲν ̓Ισθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικα̂ν 10
Τιμονόου παι̂δ': ἔστι δ' ἐοικὸς ὀρεια̂ν γε Πελειάδων μὴ τηλόθεν ̓Ωαρίωνα νει̂σθαι. [20] καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φω̂τα μαχατὰν δυνατός. ἐν Τρωί̈ᾳ μὲν ̔́Εκτωρ Αἴαντος ἄκουσεν: ὠ̂ Τιμόδημε, σὲ δ' ἀλκὰ 15
παγκρατίου τλάθυμος ἀέξει. ̓Αχάρναι δὲ παλαίφατοι εὐάνορες: ὅσσα δ' ἀμφ' ἀέθλοις, Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται. [30] παρὰ μὲν ὑψιμέδοντι Παρνασῳ̂ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν: 20
ἀλλὰ Κορινθίων ὑπὸ φωτω̂ν ἐν ἐσλου̂ Πέλοπος πτυχαι̂ς ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη: ἑπτὰ δ' ἐν Νεμέᾳ τὰ δ' οἴκοι μάσσον' ἀριθμου̂ Διὸς ἀγω̂νι. τόν, ὠ̂ πολι̂ται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ: 25
[40] ἁδυμελει̂ δ' ἐξάρχετε φωνᾳ̂.
3. ΑΡΙΣΤΟΚΛΕΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙΑΣΤῌ ὠ̂ πότνια Μοι̂σα, μα̂τερ ἁμετέρα, λίσσομαι, τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι ἵκεο Δωρίδα να̂σον Αἴγιναν: ὕδατι γὰρ μένοντ' ἐπ' ̓Ασωπίῳ μελιγαρύων τέκτονες 5
κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι. [10] διψῃ̂ δὲ πρα̂γος ἄλλο μὲν ἄλλου: ἀεθλονικία δὲ μάλιστ' ἀοιδὰν φιλει̂, στεφάνων ἀρετα̂ν τε δεξιωτάταν ὀπαδόν: τα̂ς ἀφθονίαν ὄπαζε μήτιος ἀμα̂ς ἄπο: 10
ἄρχε δ' οὐρανου̂ πολυνεφέλα κρέοντι, θύγατερ, δόκιμον ὕμνον: ἐγὼ δὲ κείνων τέ νιν ὀάροις [20] λύρᾳ τε κοινάσομαι. χαρίεντα δ' ἕξει πόνον χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι ᾤκησαν, ὡ̂ν παλαίφατον ἀγορὰν 15
οὐκ ἐλεγχέεσσιν ̓Αριστοκλείδας τεὰν ἐμίανε κατ' αἰ̂σαν ἐν περισθενει̂ μαλαχθεὶς παγκρατίου στόλῳ: καματωδέων δὲ πλαγα̂ν [30] ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει. εἰ δ' ἐὼν καλὸς ἔρδων τ' ἐοικότα μορφᾳ̂ 20
ἀνορέαις ὑπερτάταις ἐπέβα παι̂ς ̓Αριστοφάνεος: οὐκέτι πρόσω ἀβάταν ἅλα κιόνων ὑπὲρ ̔Ηρακλέος περα̂ν εὐμαρές, ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας [40] μάρτυρας κλυτάς: δάμασε δὲ θη̂ρας ἐν πελάγεσιν ὑπέροχος, διά τ' ἐξερεύνασε τεναγέων 25
ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος, καὶ γα̂ν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν ἄκραν ἐμὸν πλόον παραμείβεαι; Αἰακῳ̂ σε φαμὶ γένει τε Μοι̂σαν φέρειν, [50] ἕπεται δὲ λόγῳ δίκας ἄωτος, “ἐσλὸς αἰνει̂ν:” 30
οὐδ' ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες: οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες γλυκύ τι γαρυέμεν. παλαιαι̂σι δ' ἐν ἀρεται̂ς γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών: ὃς καὶ ̓Ιωλκὸν εἱ̂λε μόνος ἄνευ στρατια̂ς, 35
[60] καὶ ποντίαν Θέτιν κατέμαρψεν ἐγκονητί. Λαομέδοντα δ' εὐρυσθενὴς Τελαμὼν ̓Ιόλᾳ παραστάτας ἐὼν ἔπερσεν: καί ποτε χαλκότοξον ̓Αμαζόνων μετ' ἀλκὰν ἕπετό οἱ: οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενω̂ν. 40
[70] συγγενει̂ δέ τις εὐδοξίᾳ μέγα βρίθει: ὃς δὲ διδάκτ' ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτ' ἄλλα πνέων οὔ ποτ' ἀτρεκει̂ κατέβα ποδί, μυρια̂ν δ' ἀρετα̂ν ἀτελει̂ νόῳ γεύεται. ξανθὸς δ' ̓Αχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις παι̂ς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ 45
[80] βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τ' ἀνέμοις μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον, κάπρους τ' ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν Κένταυρον ἀσθμαίνοντα κόμιζεν, ἑξέτης τὸ πρω̂τον, ὅλον δ' ἔπειτ' ἂν χρόνον: 50
τὸν ἐθάμβεον ̓́Αρτεμίς τε καὶ θρασει̂' ̓Αθάνα, κτείνοντ' ἐλάφους ἄνευ κυνω̂ν δολίων θ' ἑρκέων: [90] ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ του̂το προτέρων ἔπος ἔχω: βαθυμη̂τα Χείρων τράφε λιθίνῳ ̓Ιάσον' ἔνδον τέγει, καὶ ἔπειτεν ̓Ασκλήπιον, 55
τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον: νύμφευσε δ' αὐ̂τις ἀγλαόκαρπον Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον [100] ἀτίταλλεν, ἀρμένοισι πα̂σι θυμὸν αὔξων: ὄφρα θαλασσίαις ἀνέμων ῥιπαι̂σι πεμφθεὶς 60
ὑπὸ Τρωί̈αν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγω̂ν Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις Αἰθιόπεσσι χει̂ρας, ἐν φρασὶ πάξαιθ', ὅπως σφίσι μὴ κοίρανος ὀπίσω [110] πάλιν οἴκαδ' ἀνεψιὸς ζαμενὴς ̔Ελένοιο Μέμνων μόλοι. τηλαυγὲς ἄραρε φέγγος Αἰακιδα̂ν αὐτόθεν: 65
Ζευ̂, τεὸν γὰρ αἱ̂μα, σέο δ' ἀγών, τὸν ὕμνος ἔβαλεν ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων. βοὰ δὲ νικαφόρῳ σὺν ̓Αριστοκλείδᾳ πρέπει, [120] ὃς τάνδε να̂σον εὐκλέϊ προσέθηκε λόγῳ καὶ σεμνὸν ἀγλααι̂σι μερίμναις 70
Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος διαφαίνεται, ὡ̂ν τις ἐξοχώτερος γένηται, ἐν παισὶ νέοισι παι̂ς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι, μέρος ἕκαστον οἱ̂ον ἔχομεν [130] βρότεον ἔθνος. ἐλᾳ̂ δὲ καὶ τέσσαρας ἀρετὰς 75
θνατὸς αἰών, φρονει̂ν δ' ἐνέπει τὸ παρκείμενον. τω̂ν οὐκ ἄπεσσι. χαι̂ρε, φίλος. ἐγὼ τόδε τοι πέμπω μεμιγμένον μέλι λευκῳ̂ σὺν γάλακτι, κιρναμένα δ' ἔερσ' ἀμφέπει, πόμ' ἀοίδιμον Αἰολῃ̂σιν ἐν πνοαι̂σιν αὐλω̂ν, 80
[140] ὀψέ περ. ἔστι δ' αἰετὸς ὠκὺς ἐν ποτανοι̂ς, ὃς ἔλαβεν αἰ̂ψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν: κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται. τίν γε μέν, εὐθρόνου Κλεου̂ς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν Νεμέας ̓Επιδαυρόθεν τ' ἄπο καὶ Μεγάρων δέδορκεν φάος.
4. ΤΙΜΑΣΑΡΧῼ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ ἄριστος εὐφροσύνα πόνων κεκριμένων ἰατρός: αἱ δὲ σοφαὶ Μοισα̂ν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι. οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει 5
γυι̂α, τόσσον εὐλογία φόρμιγγι συνάορος. [10] ῥη̂μα δ' ἑργμάτων χρονιώτερον βιοτεύει, ὅ τι κε σὺν Χαρίτων τύχᾳ γλω̂σσα φρενὸς ἐξέλοι βαθείας. τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ 10
Τιμασάρχου τε πάλᾳ ὕμνου προκώμιον εἴη: δέξαιτο δ' Αἰακιδα̂ν [20] ἠύ̈πυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν φέγγος. εἰ δ' ἔτι ζαμενει̂ Τιμόκριτος ἁλίῳ σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων 15
θαμά κε, τῳ̂δε μέλει κλιθείς, υἱὸν κελάδησε καλλίνικον Κλεωναίου τ' ἀπ' ἀγω̂νος ὅρμον στεφάνων πέμψαντα καὶ λιπαρα̂ν [30] εὐωνύμων ἀπ' ̓Αθανα̂ν, Θήβαις τ' ἐν ἑπταπύλοις, 20
οὕνεκ' ̓Αμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον Καδμει̂οί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν ξένιον ἄστυ κατέδρακεν ̔Ηρακλέος ὀλβίαν πρὸς αὐλάν. 25
[40] σὺν ᾡ̂ ποτε Τρωί̈αν κραταιὸς Τελαμὼν πόρθησε καὶ Μέροπας καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον ̓Αλκυονη̂, οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ ἥρωάς τ' ἐπεμβεβαω̂τας ἱπποδάμους ἕλεν 30
[50] δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ συνιείς: ἐπεὶ “ῥέζοντά τι καὶ παθει̂ν ἔοικεν.” τὰ μακρὰ δ' ἐξενέπειν ἐρύκει με τεθμὸς ὡ̂ραί τ' ἐπειγόμεναι: 35
ἴϋγγι δ' ἕλκομαι ἠ̂τορ νουμηνίᾳ θιγέμεν. ἔμπα, καίπερ ἔχει βαθει̂α ποντιὰς ἅλμα [60] μέσσον, ἀντίτειν' ἐπιβουλίᾳ: σφόδρα δόξομεν δαί̈ων ὑπέρτεροι ἐν φάει καταβαίνειν: φθονερὰ δ' ἄλλος ἀνὴρ βλέπων 40
γνώμαν κενεὰν σκότῳ κυλίνδει χαμαὶ πετοι̂σαν: ἐμοὶ δ' ὁποίαν ἀρετὰν ἔδωκε πότμος ἄναξ, [70] εὐ̂ οἰ̂δ' ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει. ἐξύφαινε, γλυκει̂α, καὶ τόδ' αὐτίκα, φόρμιγξ, 45
Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τευ̂κρος ἀπάρχει ὁ Τελαμωνιάδας: ἀτὰρ Αἴας Σαλαμι̂ν' ἔχει πατρῴαν: [80] ἐν δ' Εὐξείνῳ πελάγει φαεννὰν ̓Αχιλεὺς 50
να̂σον: Θέτις δὲ κρατει̂ Φθίᾳ: Νεοπτόλεμος δ' ̓Απείρῳ διαπρυσίᾳ, βουβόται τόθι πρω̂νες ἔξοχοι κατάκεινται Δωδώναθεν ἀρχόμενοι πρὸς ̓Ιόνιον πόρον. Παλίου δὲ πὰρ ποδὶ λατρείαν ̓Ιαωλκὸν 55
[90] πολεμίᾳ χερὶ προστραπὼν Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν δάμαρτος ̔Ιππολύτας ̓́Ακαστος δολίαις τέχναισι χρησάμενος: τᾳ̂ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον 60
ἐκ λόχου, Πελίαο παι̂ς: ἄλαλκε δὲ Χείρων, [100] καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν: πυ̂ρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων ὄνυχας ὀξυτάτους ἀκμὰν τε δεινοτάτων σχάσαις ὀδόντων 65
ἔγαμεν ὑψιθρόνων μίαν Νηρεί̈δων, εἰ̂δεν δ' εὔκυκλον ἕδραν, τα̂ς οὐρανου̂ βασιλη̂ες πόντου τ' ἐφεζόμενοι [110] δω̂ρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῳ̂. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν: ἀπότρεπε 70
αὐ̂τις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός: ἄπορα γὰρ λόγον Αἰακου̂ παίδων τὸν ἅπαντά μοι διελθει̂ν. Θεανδρίδαισι δ' ἀεξιγυίων ἀέθλων [120] κάρυξ ἑτοι̂μος ἔβαν 75
Οὐλυμπίᾳ τε καὶ ̓Ισθμοι̂ Νεμέᾳ τε συνθέμενος, ἔνθα πει̂ραν ἔχοντες οἴκαδε κλυτοκάρπων οὐ νέοντ' ἄνευ στεφάνων, πάτραν ἵν' ἀκούομεν, Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαι̂ς πρόπολον ἔμμεναι. εἰ δέ τοι 80
[130] μάτρῳ μ' ἔτι Καλλικλει̂ κελεύεις στάλαν θέμεν Παρίου λίθου λευκοτέραν: ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τω̂ν ἀγαθω̂ν ἑργμάτων βασιλευ̂σιν ἰσοδαίμονα τεύχει 85
φω̂τα: κει̂νος ἀμφ' ̓Αχέροντι ναιετάων ἐμὰν [140] γλω̂σσαν εὑρέτω κελαδη̂τιν, ̓Ορσοτριαίνα ἵν' ἐν ἀγω̂νι βαρυκτύπου θάλησε Κορινθίοις σελίνοις: τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ 90
σὸς ἄεισέν ποτε, παι̂. ἄλλοισι δ' ἅλικες ἄλλοι: τὰ δ' αὐτὸς ἄν τις ἴδῃ, [150] ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι. οἱ̂ον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι, ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν, 95
μαλακὰ μὲν φρονέων ἐσλοι̂ς, τραχὺς δὲ παλιγκότοις ἔφεδρος.
5. ΠΥΘΕᾼ ΑΙΓΙΝΗΤῌ ΑΓΕΝΕΙῼ ΠΑΓΚΡΑΤΙΑΣΤῌ οὐκ ἀνδριαντοποιός εἰμ', ὥστ' ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ' ἐπ' αὐτα̂ς βαθμίδος ἑσταότ': ἀλλ' ἐπὶ πάσας ὁλκάδος ἔν τ' ἀκάτῳ, γλυκει̂' ἀοιδά, στει̂χ' ἀπ' Αἰγίνας, διαγγέλλοισ', ὅτι Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς 5
νίκη Νεμείοις παγκρατίου στέφανον, [10] οὔπω γένυσι φαίνων τέρειναν ματέρ' οἰνάνθας ὀπώραν, ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεα̂ν Νηρηί̈δων Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν: τάν ποτ' εὔανδρόν τε καὶ ναυσικλυτὰν 10
θέσσαντο πὰρ βωμὸν πατέρος ̔Ελλανίου [20] στάντες, πίτναν τ' εἰς αἰθέρα χει̂ρας ἁμᾳ̂ ̓Ενδαί̈δος ἀριγνω̂τες υἱοὶ καὶ βία Φώκου κρέοντος, ὁ τα̂ς θεου̂, ὃν Ψαμάθεια τίκτ' ἐπὶ ῥηγμι̂νι πόντου. αἰδέομαι μέγα εἰπει̂ν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον, 15
πω̂ς δὴ λίπον εὐκλέα να̂σον, καὶ τίς ἄνδρας ἀλκίμους [30] δαίμων ἀπ' Οἰνώνας ἔλασεν. στάσομαι: οὔ τοι ἅπασα κερδίων φαίνοισα πρόσωπον ἀλάθει' ἀτρεκής: καὶ τὸ σιγα̂ν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοη̂σαι. εἰ δ' ὄλβον ἢ χειρω̂ν βίαν ἢ σιδαρίταν ἐπαινη̂σαι πόλεμον δεδόκηται, μακρά μοι 20
αὐτόθεν ἅλμαθ' ὑποσκάπτοι τις: ἔχω γονάτων ἐλαφρὸν ὁρμάν: [40] καὶ πέραν πόντοιο πάλλοντ' αἰετοί. πρόφρων δὲ καὶ κείνοις ἄειδ' ἐν Παλίῳ Μοισα̂ν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις φόρμιγγ' ̓Απόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων 25
ἁγει̂το παντοίων νόμων: αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν Πηλέα θ', ὥς τέ νιν ἁβρὰ Κρηθεὶ̈ς ̔Ιππολύτα δόλῳ πεδα̂σαι [50] ἤθελε ξυνα̂να Μαγνήτων σκοπὸν πείσαισ' ἀκοίταν ποικίλοις βουλεύμασιν, ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον, 30
ὡς ἀ̂ρα νυμφείας ἐπείρα κει̂νος ἐν λέκτροις ̓Ακάστου εὐνα̂ς. τὸ δ' ἐναντίον ἔσκεν: πολλὰ γάρ νιν παντὶ θυμῳ̂ παρφαμένα λιτάνευεν: του̂ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι: [60] εὐθὺς δ' ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον δείσαις: ὁ δ' ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανου̂ 35
Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ' ἐν τάχει ποντίαν χρυσαλακάτων τινὰ Νηρεί̈δων πράξειν ἄκοιτιν, γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγα̂θεν ποτὶ κλειτὰν θαμὰ νίσσεται ̓Ισθμὸν Δωρίαν: [70] ἔνθα μιν εὔφρονες ἰ̂λαι σὺν καλάμοιο βοᾳ̂ θεὸν δέκονται, καὶ σθένει γυίων ἐρίζοντι θρασει̂.40
πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ πάντων. τὺ δ' Αἰγίναθε δίς, Εὐθύμενες, Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων. [80] ἤτοι μεταί̈ξαντα καὶ νυ̂ν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα. ἁ Νεμέα μὲν ἄραρεν μείς τ' ἐπιχώριος, ὃν φίλησ' ̓Απόλλων: 45
ἅλικας δ' ἐλθόντας οἴκοι τ' ἐκράτεις Νίσου τ' ἐν εὐαγκει̂ λόφῳ. χαίρω δ', ὅτι ἐσλοι̂σι μάρναται πέρι πα̂σα πόλις. ἴσθι, γλυκει̂άν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν [90] ἐπαύρεο: χρὴ δ' ἀπ' ̓Αθανα̂ν τέκτον' ἀθληται̂σιν ἔμμεν. 50
εἰ δὲ Θεμίστιον ἵκεις, ὥστ' ἀείδειν, μηκέτι ῥίγει: δίδοι φωνάν, ἀνὰ δ' ἱστία τει̂νον πρὸς ζυγὸν καρχασίου, πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλει̂ν ̓Επιδαύρῳ διπλόαν νικω̂ντ' ἀρετάν, προθύροισιν δ' Αἰακου̂ ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαι̂ς Χάρισσιν.
6. ΑΛΚΙΜΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ ἓν ἀνδρω̂ν, ἓν θεω̂ν γένος: ἐκ μια̂ς δὲ πνέομεν ματρὸς ἀμφότεροι: διείργει δὲ πα̂σα κεκριμένα δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν 5
νόον ἤτοι φύσιν ἀθανάτοις, [10] καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος οἵαν τιν' ἔγραψε δραμει̂ν ποτὶ στάθμαν. τεκμαίρει καί νυν ̓Αλκιμίδας τὸ συγγενὲς ἰδει̂ν ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ' ἀμειβόμεναι 10
τόκα μὲν ὠ̂ν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν, [20] τόκα δ' αὐ̂τ' ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἠ̂λθέ τοι Νεμέας ἐξ ἐρατω̂ν ἀέθλων παι̂ς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἰ̂σαν νυ̂ν πέφανται οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας, 15
ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατροπάτορος ὁμαιμίου. [30] κει̂νος γὰρ ̓Ολυμπιόνικος ἐὼν Αἰακίδαις ἔρνεα πρω̂τος ἀπ' ̓Αλφεου̂, καὶ πεντάκις ̓Ισθμοι̂ στεφανωσάμενος, 20
νεμέᾳ δὲ τρίς, ἔπαυσε λάθαν Σωκλείδα, ὃς ὑπέρτατος ̔Αγησιμάχῳ υἱέων γένετο. ἐπεί οἱ τρει̂ς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετα̂ς25
[40] ἠ̂λθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεου̂ δὲ τύχᾳ ἕτερον οὔ τινα οἰ̂κον ἀπεφάνατο πυγμαχία ταμίαν στεφάνων μυχῳ̂ ̔Ελλάδος ἁπάσας. ἔλπομαι μέγα εἰπὼν σκοπου̂ ἄντα τυχει̂ν ὥτ' ἀπὸ τόξου ἱείς: εὔθυν' ἐπὶ του̂τον, ἄγε, Μοι̂σα, οὐ̂ρον ἐπέων 30
[50] εὐκλέα. παροιχομένων γὰρ ἀνέρων ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ' ἐκόμισαν, Βασσίδαισιν ἅ τ' οὐ σπανίζει: παλαίφατος γενεά, ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων 35
ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ [60] χει̂ρας ἱμάντι δεθεὶς Πυθω̂νι κράτησεν ἀπὸ ταύτας αἱ̂μα πάτρας χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν ἔρνεσι Λατου̂ς, παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριος ὁμάδῳ φλέγεν: 40
πόντου τε γέφυρ' ἀκάμαντος ἐν ἀμφικτιόνων ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν [70] τίμασε Ποσειδάνιον ἂν τέμενος: βοτάνα τέ νιν πόθ' ἁ λέοντος 45
νικάσαντ' ἤρεφε δασκίοις Φλιου̂ντος ὑπ' ὠγυγίοις ὄρεσιν. πλατει̂αι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι να̂σον εὐκλέα τάνδε κοσμει̂ν: ἐπεί σφιν Αἰακίδαι [80] ἔπορον ἔξοχον αἰ̂σαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας: 50
πέταται δ' ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν ὄνυμ' αὐτω̂ν: καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπα̂λτο: βαρὺ δέ σφιν νει̂κος ̓Αχιλεὺς ἔμπεσε χαμαὶ καταβὰς ἀφ' ἁρμάτων, φαεννα̂ς υἱὸν εὐ̂τ' ἐνάριξεν ̓Αόος ἀκμᾳ̂ 55
[90] ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι ὁδὸν ἀμαξιτὸν εὑ̂ρον: ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν: τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων λέγεται παντὶ μάλιστα δονει̂ν θυμόν. ἑκόντι δ' ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν, 60
[100] πέμπτον ἐπὶ εἴκοσι του̂το γαρύων εὐ̂χος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς, ̓Αλκιμίδα, τέ γ' ἐπαρκέσαι κλειτᾳ̂ γενεᾳ̂: δύο μὲν Κρονίου πὰρ τεμένει, παι̂, σέ τ' ἐνόσφισε καὶ Πουλυτιμίδαν 65
κλα̂ρος προπετὴς ἄνθε' ̓Ολυμπιάδος. δελφι̂νί κεν τάχος δι' ἅλμας [110] ἴσον εἴποιμι Μελησίαν, χειρω̂ν τε καὶ ἰσχύος ἁνίοχον.
7. ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΕΝΤΑΘΛῼ ̓Ελείθυια, πάρεδρε Μοιρα̂ν βαθυφρόνων, παι̂ μεγαλοσθενέος, ἄκουσον, ̔́Ηρας, γενέτειρα τέκνων: ἄνευ σέθεν οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον ̔́Ηβαν. 5
ἀναπνέομεν δ' οὐχ ἅπαντες ἐπὶ ἴσα: εἴργει δὲ πότμῳ ζυγένθ' ἕτερον ἕτερα. σὺν δὲ τὶν [10] καὶ παι̂ς ὁ Θεαρίωνος ἀρετᾳ̂ κριθεὶς εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις. πόλιν γὰρ φιλόμολπον οἰκει̂ δορικτύπων 10
Αἰακιδα̂ν: μάλα δ' ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν. εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν ῥοαι̂σι Μοισα̂ν ἐνέβαλε: ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι: [20] ἔργοις δὲ καλοι̂ς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, 15
εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος εὕρηται ἄποινα μόχθων κλυται̂ς ἐπέων ἀοιδαι̂ς. σοφοὶ δὲ μέλλοντα τριται̂ον ἄνεμον ἔμαθον, οὐδ' ὑπὸ κέρδει βλάβεν: ἀφνεὸς πενιχρός τε θανάτου πέρας 20
ἅμα νέονται. ἐγὼ δὲ πλέον' ἔλπομαι [30] λόγον ̓Οδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπη̂ γενέσθ' ̔́Ομηρον: ἐπεὶ ψεύδεσί οἱ ποτανᾳ̂ μαχανᾳ̂ σεμνὸν ἔπεστί τι: σοφία δὲ κλέπτει παράγοισα μύθοις: τυφλὸν δ' ἔχει ἠ̂τορ ὅμιλος ἀνδρω̂ν ὁ πλει̂στος. εἰ γὰρ ἠ̂ν 25
ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενω̂ν [40] λευρὸν ξίφος: ὃν κράτιστον ̓Αχιλέος ἄτερ μάχᾳ ξανθῳ̂ Μενέλᾳ δάμαρτα κομίσαι θοαι̂ς ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ 30
πρὸς ̓́Ιλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται κυ̂μ' ̓Αί̈δα, πέσε δ' ἀδόκητον ἐν καὶ δοκέοντα: τιμὰ δὲ γίνεται ὡ̂ν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου [50] μόλον χθονός: ἐν Πυθίοισι δὲ δαπέδοις 35
κει̂ται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν, τᾳ̂ καὶ Δαναοὶ πόνησαν: ὁ δ' ἀποπλέων Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ' εἰς ̓Εφύραν ἵκοντο: Μολοσσίᾳ δ' ἐμβασίλευεν ὀλίγονχρόνον: ἀτὰρ γένος αἰεὶ φέρεν 40
του̂τό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν, [60] κτέαν' ἄγων Τρωί̈αθεν ἀκροθινίων: ἵνα κρεω̂ν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντ' ἀνὴρ μαχαίρᾳ. βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται. ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν: ἐχρη̂ν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ 45
Αἰακιδα̂ν κρεόντων τὸ λοιπὸν ἔμμεναι θεου̂ παρ' εὐτειχέα δόμον, ἡρωί̈αις δὲ πομπαι̂ς θεμισκόπον οἰκει̂ν ἐόντα πολυθύτοις. [70] εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει: οὐ ψευ̂δις ὁ μάρτυς ἔργμασιν ἐπιστατει̂, 50
Αἴγινα, τεω̂ν Διός τ' ἐκγόνων. θρασύ μοι τόδ' εἰπει̂ν φαενναι̂ς ἀρεται̂ς ὁδὸν κυρίαν λόγων οἴκοθεν: ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκει̂α ἔργῳ: κόρον δ' ἔχει καὶ μέλι καὶ τὰ τέρπν' ἄνθε' ̓Αφροδίσια. [80] φυᾳ̂ δ' ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες, 55
ὁ μὲν τά, τὰ δ' ἄλλοι: τυχει̂ν δ' ἕν' ἀδύνατον εὐδαιμονίαν ἅπασαν ἀνελόμενον: οὐκ ἔχω εἰπει̂ν, τίνι του̂το Μοι̂ρα τέλος ἔμπεδον ὤρεξε. Θεαρίων, τὶν δ' ἐοικότα καιρὸν ὄλβου δίδωσι, τόλμαν τε καλω̂ν ἀρομένῳ 60
σύνεσιν οὐκ ἀποβλάπτει φρενω̂ν. [90] ξει̂νός εἰμι: σκοτεινὸν ἀπέχων ψόγον, ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ' ἄγων κλέος ἐτήτυμον αἰνέσω: ποτίφορος δ' ἀγαθοι̂σι μισθὸς οὑ̂τος. ἐὼν δ' ἐγγὺς ̓Αχαιὸς οὐ μέμψεταί μ' ἀνὴρ 65
̓Ιονίας ὑπὲρ ἁλὸς οἰκέων: προξενίᾳ πέποιθ': ἔν τε δαμόταις ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών, βίαια πάντ' ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων [100] ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερει̂, εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων. 70
Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω μὴ τέρμα προβὰς ἄκονθ' ὥτε χαλκοπάρᾳον ὄρσαι θοὰν γλω̂σσαν, ὃς ἐξέπεμψεν παλαισμάτων αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυι̂ον ἐμπεσει̂ν. εἰ πόνος ἠ̂ν, τὸ τερπνὸν πλέον πεδέρχεται. 75
[110] ἔα με: νικω̂ντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν. εἴρειν στεφάνους ἐλαφρόν: ἀναβάλεο: Μοι̂σά τοι κολλᾳ̂ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθ' ἁμᾳ̂ καὶ λείριον ἄνθεμον ποντίας ὑφελοι̂σ' ἐέρσας. 80
Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ πολύφατον θρόον ὕμνων δόνει [120] ἡσυχᾳ̂. βασιλη̂α δὲ θεω̂ν πρέπει δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ ὀπί: λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναι̂ς φυτευ̂σαι, 85
ἐμᾳ̂ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ, ̔Ηράκλεες, σέο δὲ προπράον' ἔμεν ξει̂νον ἀδελφεόν τ'. εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι, φαι̂μέν κε γείτον' ἔμμεναι [130] νόῳ φιλήσαντ' ἀτενέϊ γείτονι χάρμα πάντων ἐπάξιον: εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι,90
ἐν τίν κ' ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχω̂ς ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν: ἐπεὶ τετραόροισιν ὥθ' ἁρμάτων ζυγοι̂ς ἐν τεμένεσσι δόμον ἔχει τεοι̂ς, ἀμφοτέρας ἰὼν χειρός. ὠ̂ μάκαρ, 95
[140] τὶν δ' ἐπέοικεν ̔́Ηρας πόσιν τε πειθέμεν κόραν τε Γλαυκώπιδα: δύνασαι δὲ βροτοι̂σιν ἀλκὰν ἀμαχανια̂ν δυσβάτων θαμὰ διδόμεν. εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῳ̂ τε γήραϊ διαπλέκοις 100
εὐδαίμον' ἐόντα, παίδων δὲ παι̂δες ἔχοιεν αἰεὶ [150] γέρας τό περ νυ̂ν καὶ ἄρειον ὄπιθεν. τὸ δ' ἐμὸν οὔ ποτε φάσει κέαρ ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι ἔπεσι: ταὐτὰ δὲ τρὶς τετράκι τ' ἀμπολει̂ν 105
ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, “Διὸς Κόρινθος.”
8. ΔΕΙΝΙᾼ ΑΙΓΙΝΗΤῌ ΔΙΑΥΛΟΔΡΟΜῼ ὥρα πότνια, κάρυξ ̓Αφροδίτας ἀμβροσια̂ν φιλοτάτων, ἅτε παρθενηί̈οις παίδων τ' ἐφίζοισα γλεφάροις, τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ' ἑτέραις. ἀγαπατὰ δὲ καιρου̂ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον 5
τω̂ν ἀρειόνων ἐρώτων ἐπικρατει̂ν δύνασθαι. [10] οἱ̂οι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν Κυπρίας δώρων: ἔβλαστεν δ' υἱὸς Οἰνώνας βασιλεὺς χειρὶ καὶ βουλαι̂ς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδει̂ν. ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων 10
ἤθελον κείνου γε πείθεσθ' ἀναξίαις ἑκόντες, [20] οἵ τε κρανααι̂ς ἐν ̓Αθάναισιν ἅρμοζον στρατόν, οἵ τ' ἀνὰ Σπάρταν Πελοπηϊάδαι. ἱκέτας Αἰακου̂ σεμνω̂ν γονάτων πόλιός θ' ὑπὲρ φίλας ἀστω̂ν θ' ὑπὲρ τω̂νδ' ἅπτομαι φέρων 15
Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν, Δείνιος δισσω̂ν σταδίων καὶ πατρὸς Μέγα Νεμεαι̂ον ἄγαλμα. σὺν θεῳ̂ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος: [30] ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ. ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν. 20
πολλὰ γὰρ πολλᾳ̂ λέλεκται: νεαρὰ δ' ἐξευρόντα δόμεν βασάνῳ ἐς ἔλεγχον, ἅπας κίνδυνος: ὄψον δὲ λόγοι φθονεροι̂σιν: ἅπτεται δ' ἐσλω̂ν ἀεί, χειρόνεσσι δ' οὐκ ἐρίζει. [40] κει̂νος καὶ Τελαμω̂νος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις. ἠ̂ τιν' ἄγλωσσον μέν, ἠ̂τορ δ' ἄλκιμον, λάθα κατέχει 25
ἐν λυγρῳ̂ νείκει: μέγιστον δ' αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις ̓Οδυσση̂ Δαναοὶ θεράπευσαν: χρυσέων δ' Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν. ἠ̂ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῳ̂ χροὶ̈ [50] ἕλκεα ῥη̂ξαν πελεμιζόμενοι 30
ὑπ' ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφ' ̓Αχιλει̂ νεοκτόνῳ, ἄλλων τε μόχθων ἐν πολυφθόροις ἁμέραις. ἐχθρὰ δ' ἄρα πάρφασις ἠ̂ν καὶ πάλαι, αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος: ἃ τὸ μὲν λαμπρὸν βια̂ται, τω̂ν δ' ἀφάντων κυ̂δος ἀντείνει σαθρόν. 35
[60] εἴη μή ποτέ μοι τοιου̂τον ἠ̂θος, Ζευ̂ πάτερ, ἀλλὰ κελεύθοις ἁπλόαις ζωα̂ς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ' ἕτεροι ἀπέραντον: ἐγὼ δ' ἀστοι̂ς ἁδὼν καὶ χθονὶ γυι̂α καλύψαιμ', αἰνέων αἰνητά, μομφὰν δ' ἐπισπείρων ἀλιτροι̂ς. 40
αὔξεται δ' ἀρετά, χλωραι̂ς ἐέρσαις ὡς ὅτε δένδρεον ᾄσσει, [70] σοφοι̂ς ἀνδρω̂ν ἀερθει̂σ' ἐν δικαίοις τε πρὸς ὑγρὸν αἰθέρα. χρει̂αι δὲ παντοι̂αι φίλων ἀνδρω̂ν: τὰ μὲν ἀμφὶ πόνοις ὑπερώτατα: μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι πιστόν. ὠ̂ Μέγα, τὸ δ' αὐ̂τις τεὰν ψυχὰν κομίξαι 45
οὔ μοι δυνατόν: κενεα̂ν δ' ἐλπίδων χαυ̂νον τέλος: σευ̂ δὲ πάτρᾳ Χαριάδαις τ' Ἐλαφρὸν [80] ὑπερει̂σαι λίθον Μοισαι̂ον ἕκατι ποδω̂ν εὐωνύμων δὶς δὴ δυοι̂ν. χαίρω δὲ πρόσφορον ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαι̂ς δ' ἀνὴρ 50
νώδυνον καί τις κάματον θη̂κεν. ἠ̂ν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν ̓Αδράστου τάν τε Καδμείων ἔριν.
9. ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΑΡΜΑΤΙ κωμάσομεν παρ' ̓Απόλλωνος Σικυώνοθε, Μοι̂σαι, τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ' ἀναπεπταμέναι ξείνων νενίκανται θύραι, ὄλβιον ἐς Χρομίου δω̂μ'. ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε. [10] τὸ κρατήσιππον γὰρ ἐς ἃρμ' ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει 5
Πυθω̂νος αἰπεινα̂ς ὁμοκλάροις ἐπόπταις. ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾳ̂ καλύψαι: θεσπεσία δ' ἐπέων καύχαις ἀοιδὰ πρόσφορος. ἀλλ' ἀνὰ μὲν βρομίαν φόρμιγγ', ἀνὰ δ' αὐλὸν ἐπ' αὐτὰν ὄρσομεν [20] ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θη̂κεν ̓́Αδραστος ἐπ' ̓Ασωπου̂ ῥεέθροις: ὡ̂ν ἐγὼ 10
μνασθεὶς ἐπασκήσω κλυται̂ς ἥρωα τιμαι̂ς, ὃς τότε μὲν βασιλεύων κει̂θι νέαισί θ' ἑορται̂ς ἰσχύος τ' ἀνδρω̂ν ἁμίλλαις ἅρμασί τε γλαφυροι̂ς ἄμφαινε κυδαίνων πόλιν. [30] φευ̂γε γὰρ ̓Αμφιαρη̂ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν πατρῴων οἴκων ἀπό τ' ̓́Αργεος: ἀρχοὶ δ' οὐκ ἔτ' ἔσαν Ταλαου̂ παι̂δες, βιασθέντες λύᾳ. 15
κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ. ἀνδροδάμαντ' ̓Εριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν, [40] δόντες Οἰκλείδᾳ γυναι̂κα, ξανθοκομα̂ν Δαναω̂ν ἔσσαν μέγιστοι καί ποτε ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρω̂ν αἰσια̂ν οὐ κατ' ὀρνίχων ὁδόν: οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους 20
στείχειν ἐπώτρυν', ἀλλὰ φείσασθαι κελεύθου. [50] φαινομέναν δ' ἄρ' ἐς ἄταν σπευ̂δεν ὅμιλος ἱκέσθαι χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν: ̓Ισμηνου̂ δ' ἐπ' ὄχθαισι γλυκὺν νόστον ἐρεισάμενοι λευκανθέα σώματ' ἐπίαναν καπνόν: ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φω̂τας: ὁ δ' ̓Αμφιαρῃ̂ σχίσσεν κεραυνῳ̂ παμβίᾳ 25
[60] Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δ' ἅμ' ἵπποις, δουρὶ Περικλυμένου πρὶν νω̂τα τυπέντα μαχατὰν θυμὸν αἰσχυνθη̂μεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παι̂δες θεω̂ν. εἰ δυνατόν, Κρονίων, πει̂ραν μὲν ἀγάνορα Φοινικοστόλων [70] ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωα̂ς ἀναβάλλομαι ὡς πόρσιστα, μοι̂ραν δ' εὔνομον 30
αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν, Ζευ̂ πάτερ, ἀγλαί̈αισιν δ' ἀστυνόμοις ἐπιμι̂ξαι λαόν. ἐντί τοι φίλιπποί τ' αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας ἄνδρες. ἄπιστον ἔειπ': αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, [80] ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναω̂ν τ' ἐν μάχαις 35
ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτα̂ς, οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτου̂ θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν ̓Ενυαλίου. παυ̂ροι δὲ βουλευ̂σαι φόνου [90] παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρω̂ν στίχας χερσὶ καὶ ψυχᾳ̂ δυνατοί: λέγεται μὰν ̔́Εκτορι μὲν κλέος ἀνθη̂σαι Σκαμάνδρου χεύμασιν 40
ἀγχου̂, βαθυκρήμνοισι δ' ἀμφ' ἀκται̂ς ̔Ελώρου, ἔνθα ̔Ρέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν [100] παιδὶ του̂θ' ̔Αγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ: τὰ δ' ἄλλαις ἁμέραις πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι. ἐκ πόνων δ', οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γη̂ρας αἰὼν ἁμέρα. 45
ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον. [110] εἰ γὰρ ἅμα κτεάνοις πολλοι̂ς ἐπίδοξον ἄρηται κυ̂δος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπια̂ς ἄλλας ἐφάψασθαι ποδοι̂ν. ἡσυχία δὲ φιλει̂ μὲν συμπόσιον: νεοθαλὴς δ' αὔξεται μαλθακᾳ̂ νικαφορία σὺν ἀοιδᾳ̂: θαρσαλέα δὲ παρὰ κρητη̂ρα φωνὰ γίνεται. 50
[120] ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν, ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν ἀμπέλου παι̂δ', ἅς ποθ' ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾳ̂ Λατοί̈δα στεφάνοις ἐκ τα̂ς ἱερα̂ς Σικυω̂νος. Ζευ̂ πάτερ, [130] εὔχομαι ταύταν ἀρετὰν κελαδη̂σαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλω̂ν τε τιμαλφει̂ν λόγοις 55
νίκαν, ἀκοντίζων σκοποι̂' ἄγχιστα Μοισα̂ν.
10. ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤῌ Δαναου̂ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορα̂ν, Χάριτες, Αργος ̔́Ηρας δω̂μα θεοπρεπὲς ὑμνει̂τε: φλέγεται δ' ἀρεται̂ς μυρίαις ἔργων θρασέων ἕνεκεν. μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος: 5
πολλὰ δ' Αἰγύπτῳ καταοίκισθεν ἄστη ται̂ς ̓Επάφου παλάμαις: [10] οὐδ' ̔Υπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῳ̂ κατασχοι̂σα ξίφος. Διομήδεα δ' ἄμβροτον ξανθά ποτε Γλαυκω̂πις ἔθηκε θεόν: γαι̂α δ' ἐν Θήβαις ὑπέδεκτο κεραυνωθει̂σα Διὸς βέλεσιν μάντιν Οἰκλείδαν, πολέμοιο νέφος: 10
καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι: [20] Ζεὺς ἐπ' ̓Αλκμήναν Δανάαν τε μολὼν του̂τον κατέφανε λόγον: πατρὶ δ' ̓Αδράστοιο Λυγκει̂ τε φρενω̂ν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ: θρέψε δ' αἰχμὰν ̓Αμφιτρύωνος. ὁ δ' ὄλβῳ φέρτατος ἵκετ' ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις 15
Τηλεβόας ἔναρεν: τῳ̂ ὄψιν ἐειδόμενος ἀθανάτων βασιλεὺς αὐλὰν ἐση̂λθεν [30] σπέρμ' ἀδείμαντον φέρων ̔Ηρακλέος: οὑ̂ κατ' ̓́Ολυμπον ἄλοχος ̔́Ηβα τελείᾳ παρὰ ματέρι βαίνοισ' ἔστι, καλλίστα θεω̂ν. βραχύ μοι στόμα πάντ' ἀναγήσασθ', ὅσων ̓Αργει̂ον ἔχει τέμενος 20
μοι̂ραν ἐσλω̂ν: ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι: ἀλλ' ὅμως εὔχορδον ἔγειρε λύραν, καὶ παλαισμάτων λάβε φροντίδ': ἀγών τοι χάλκεος δα̂μον ὀτρύνει ποτὶ βουθυσίαν ̔́Ηρας ἀέθλων τε κρίσιν: Οὐλία παι̂ς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαι̂ος εὐφόρων λάθαν πόνων. 25
ἐκράτησε δὲ καί ποθ' ̔́Ελλανα στρατὸν Πυθω̂νι, τύχᾳ τε μολὼν καὶ τὸν ̓Ισθμοι̂ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τ' ἔδωκ' ἀρόσαι, [50] τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών, τρὶς δὲ καὶ σεμνοι̂ς δαπέδοις ἐν ̓Αδραστείῳ νόμῳ. Ζευ̂ πάτερ, τω̂ν μὰν ἔραται φρενί, σιγᾳ̂ οἱ στόμα: πα̂ν δὲ τέλος 30
ἐν τὶν ἔργων: οὐδ', ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτει̂ται χάριν: γνώτ' ἀείδω οἱ̂ τε καὶ ὅστις ἁμιλλα̂ται περὶ [60] ἐσχάτων ἄθλων κορυφαι̂ς: ὕπατον δ' ἔσχεν Πίσα ̔Ηρακλέος τεθμόν: ἁδει̂αί γε μὲν ἀμβολάδαν ἐν τελεται̂ς δὶς ̓Αθαναίων νιν ὀμφαὶ 35
κώμασαν: γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολεν ̔́Ηρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις. [70] ἕπεται δέ, Θεαι̂ε, ματρώων πολύγνωτον γένος ὑμετέρων εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ Τυνδαρίδαις θαμάκις. ἀξιωθείην κεν, ἐὼν Θρασύκλου 40
̓Αντία τε ξύγγονος, ̓́Αργει μὴ κρύπτειν φάος ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ' ἱπποτρόφον ἄστυ θάλησεν Κορίνθου τ' ἐν μυχοι̂ς καὶ Κλεωναίων πρὸς ἀνδρω̂ν τετράκις: [80] Σικυωνόθε δ' ἀργυρωθέντες σὺν οἰνηραι̂ς φιάλαις ἐπέβαν, ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νω̂τον μαλακαι̂σι κρόκαις: 45
ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν: μακροτέρας γὰρ ἀριθμη̂σαι σχολα̂ς: ὅντε Κλείτωρ καὶ Τεγέα καὶ ̓Αχαιω̂ν ὑψίβατοι πόλιες [90] καὶ Λύκαιον πὰρ Διὸς θη̂κε δρόμῳ, σὺν ποδω̂ν χειρω̂ν τε νικα̂σαι σθένει. Κάστορος δ' ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη 50
καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαυ̂μα σφίσιν ἐγγενὲς ἔμμεν ἀεθληται̂ς ἀγαθοι̂σιν: ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων μοι̂ραν ̔Ερμᾳ̂ καὶ σὺν ̔Ηρακλει̂ διέποντι θάλειαν, [100] μάλα μὲν ἀνδρω̂ν δικαίων περικαδόμενοι. καὶ μὰν θεω̂ν πιστὸν γένος. 55
μεταμειβόμενοι δ' ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ Δὶ νέμονται, τὰν δ' ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας, πότμον ἀμπιπλάντες ὁμοι̂ον: ἐπεὶ του̂τον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκει̂ν τ' οὐρανῳ̂, [110] εἵλετ' αἰω̂να φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ. 60
τὸν γὰρ ̓́Ιδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾳ̂. ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον ὄμμα. λαιψηροι̂ς δὲ πόδεσσιν ἄφαρ [120] ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ' ὠκέως, 65
καὶ πάθον δεινὸν παλάμαις ̓Αφαρητίδαι Διός. αὐτίκα γὰρ ἠ̂λθε Λήδας παι̂ς διώκων: τοὶ δ' ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωί̈ῳ: ἔνθεν ἁρπάξαντες ἄγαλμ' ̓Αί̈δα, ξεστὸν πέτρον, ἔμβαλον στέρνῳ Πολυδεύκεος: ἀλλ' οὔ νιν φλάσαν, [130] οὐδ' ἀνέχασσαν: ἐφορμαθεὶς δ' ἄρ' ἄκοντι θοῳ̂ 70
ἤλασε Λυγκέος ἐν πλευραι̂σι χαλκόν. Ζεὺς δ' ἐπ' ̓́Ιδᾳ πυρφόρον πλα̂ξε ψολόεντα κεραυνόν: ἅμα δ' ἐκαίοντ' ἔρημοι. χαλεπὰ δ' ἔρις ἀνθρώποις ὁμιλει̂ν κρεσσόνων. ταχέως δ' ἐπ' ἀδελφεου̂ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας, [140] καί νιν οὔπω τεθναότ', ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν. 75
θερμὰ δὴ τέγγων δάκρυα στοναχαι̂ς ὄρθιον φώνασε: “πάτερ Κρονίων, τίς δὴ λύσις ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῳ̂δ' ἐπίτειλον, ἄναξ. οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί: παυ̂ροι δ' ἐν πόνῳ πιστοὶ βροτω̂ν καμάτου μεταλαμβάνειν.” ὣς ἔννεπε: Ζεὺς δ' ἀντίος ἤλυθέ οἱ 80
[150] καὶ τόδ' ἐξαύδασ' ἔπος: “ἐσσί μοι υἱός: τόνδε δ' ἔπειτα πόσις σπέρμα θνατὸν ματρὶ τεᾳ̂ πελάσαις στάξεν ἥρως. ἀλλ' ἄγε τω̂νδέ τοι ἔμπαν αἵρεσιν παρδίδωμ': εἰ μὲν θάνατόν τε φυγὼν καὶ γη̂ρας ἀπεχθόμενον αὐτὸς Οὔλυμπον θέλεις σύν τ' ̓Αθαναίᾳ κελαινεγχει̂ τ' ̓́Αρει, 85
[160] ἔστι τοι τούτων λάχος: εἰ δὲ κασιγνήτου πέρι μάρνασαι, πάντων δὲ νοει̂ς ἀποδάσσασθαι ἴσον, ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών, ἥμισυ δ' οὐρανου̂ ἐν χρυσέοις δόμοισιν.” ὣς ἄρ' αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν. 90
[170] ἀνὰ δ' ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.
11. ΑΡΙΣΤΑΓΟΡᾼ ΤΕΝΕΔΙῼ ΠΡΥΤΑΝΕΙ παι̂ ̔Ρέας, ἅ τε πρυτανει̂α λέλογχας, ̔Εστία, Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου ̔́Ηρας, εὐ̂ μὲν ̓Αρισταγόραν δέξαι τεὸν ἐς θάλαμον, εὐ̂ δ' ἑταίρους ἀγλαῳ̂ σκάπτῳ πέλας, 5
οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον, πολλὰ μὲν λοιβαι̂σιν ἀγαζόμενοι πρώταν θεω̂ν, πολλὰ δὲ κνίσσᾳ: λύρα δέ σφι βρέμεται καὶ ἀοιδά: καὶ ξενίου Διὸς ἀσκει̂ται Θέμις ἀενάοις [10] ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος 10
δωδεκάμηνον περα̂σαι σὺν ἀτρώτῳ κραδίᾳ, ἄνδρα δ' ἐγὼ μακαρίζω μὲν πατέρ' ̔Αγησίλαν, καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον. εἰ δέ τις ὄλβον ἔχων μορφᾳ̂ παραμεύσεται ἄλλους, ἔν τ' ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν, 15
[20] θνατὰ μεμνάσθω περιστέλλων μέλη, καὶ τελευτὰν ἁπάντων γα̂ν ἐπιεσσόμενος: ἐν λόγοις δ' ἀστω̂ν ἀγαθοι̂σί νιν αἰνει̂σθαι χρεών, καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαι̂ς. ἐκ δὲ περικτιόνων ἑκκαίδεκ' ̓Αρισταγόραν 20
ἀγλααὶ νι̂και πάτραν τ' εὐώνυμον ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχει̂ παγκρατίῳ. ἐλπίδες δ' ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθω̂νι πειρα̂σθαι καὶ ̓Ολυμπίᾳ ἄθλων. [30] ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ 25
καὶ παρ' εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου κάλλιον ἂν δηριώντων ἐνόστησ' ἀντιπάλων, πενταετηρίδ' ἑορτὰν ̔Ηρακλέος τέθμιον κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις ἔρνεσιν. ἀλλὰ βροτω̂ν τὸν μὲν κενεόφρονες αὐ̂χαι 30
ἐξ ἀγαθω̂ν ἔβαλον: τὸν δ' αὐ̂ καταμεμφθέντ' ἄγαν [41] ἰσχὺν οἰκείων παρέσφαλεν καλω̂ν χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών. συμβαλει̂ν μὰν εὐμαρὲς ἠ̂ν τό τε Πεισάνδρου πάλαι αἱ̂μ' ἀπὸ Σπάρτας: ̓Αμύκλαθεν γὰρ ἔβα σὺν ̓Ορέστᾳ, 35
Αἰολέων στρατιὰν χαλκεντέα δευ̂ρ' ἀνάγων: καὶ παρ' ̓Ισμηνου̂ ῥοὰν κεκραμένον ἐκ Μελανίπποιο μάτρωος. ἀρχαι̂αι δ' ἀρεταὶ ἀμφέροντ' ἀλλασσόμεναι γενεαι̂ς ἀνδρω̂ν σθένος: [50] ἐν σχερῳ̂ δ' οὔτ' ὠ̂ν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι, 40
δένδρεά τ' οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις ἄνθος εὐω̂δες φέρειν πλούτῳ ἴσον, ἀλλ' ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει μοι̂ρα. τὸ δ' ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκμαρ: ἀλλ' ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν, 45
ἔργα τε πολλὰ μενοινω̂ντες: δέδεται γὰρ ἀναιδει̂ [60] ἐλπίδι γυι̂α: προμαθείας δ' ἀπόκεινται ῥοαί. κερδέων δὲ χρὴ μέτρον θηρευέμεν: ἀπροσίκτων δ' ἐρώτων ὀξύτεραι μανίαι.
. Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
|
|
|
|
|