Ισθμιόνικοι
Πίνδαρος
|
|
ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ μα̂τερ
ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
τί
φίλτερον κεδνω̂ν τοκέων ἀγαθοι̂ς;
δειράδ':
ἐπεὶ στεφάνους
[20]
ἁνία τ' ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ'
ἐθέλω
καὶ
λεβήτεσσιν φιάλαισί τε χρυσου̂,
καὶ
λιθίνοις ὁπότ' ἐν δίσκοις ἵεν. [40]
̓Ιφικλέος μὲν παι̂ς ὁμόδαμος ἐὼν
Σπαρτω̂ν γένει,
̓Ορχομενοι̂ό
τε πατρῴαν ἄρουραν,
συγγενὴς
εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ
προμάθειαν φέρει:
γνώμαις.
ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῳ̂
ὃς
δ' ἀμφ' ἀέθλοις ἢ πολεμίζων ἄρηται
κυ̂δος ἁβρόν, καὶ
σέθεν, ̓Αμφιτρύων,
πάντα
δ' ἐξειπει̂ν, ὅσ' ἀγώνιος ̔Ερμα̂ς
Πιερίδων
ἔτι καὶ Πυθω̂θεν ̓Ολυμπιάδων τ'
ἐξαιρέτοις
ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ οἱ
μὲν πάλαι, ὠ̂ Θρασύβουλε, φω̂τες, οἳ
χρυσαμπύκων
εὐθρόνου
μνάστειραν ἁδίσταν ὀπώραν.
ῥη̂μ'
ἀλαθείας ἄγχιστα βαι̂νον,
Δωρίων
αὐτῳ̂ στεφάνωμα κόμᾳ
ἁδυπνόῳ
τέ νιν ἀσπάζοντο φωνᾳ̂
καὶ
γὰρ οὐκ ἀγνω̂τες ὑμι̂ν ἐντὶ δόμοι
μακρὰ
δισκήσαις ἀκοντίσσαιμι τοσου̂θ',
ὅσον ὀργὰν
[60]
οὐ̂ρος ἐμπνεύσαις ὑπέστειλ' ἱστίον
ἀμφὶ τράπεζαν:
μηδὲ
τούσδ' ὕμνους: ἐπεί τοι
ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΙΠΠΟΙΣ εἴ τις ἀνδρω̂ν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανη̂ κόρον, ἄξιος εὐλογίαις ἀστω̂ν μεμίχθαι. Ζευ̂, μεγάλαι δ' ἀρεταὶ θνατοι̂ς ἕπονται 5
ἐκ σέθεν: ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν [10] οὐχ ὁμω̂ς πάντα χρόνον θάλλων ὁμιλει̂. εὐκλέων δ' ἔργων ἄποινα χρὴ μὲν ὑμνη̂σαι τὸν ἐσλόν, χρὴ δὲ κωμάζοντ' ἀγαναι̂ς χαρίτεσσιν βαστάσαι. ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ 10
μοι̂ρα πρὸς εὐφροσύναν τρέψαι γλυκει̂αν ἠ̂τορ, ἐν βάσσαισιν ̓Ισθμου̂ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος [20] ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν ἱπποδρομίᾳ κρατέων. ἀνδρω̂ν δ' ἀρετὰν σύμφυτον οὐ κατελέγχει. 15
ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἅρμασιν: καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραορια̂ν πόνοις. [30] αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ' ἄλλοτ' ἐξάλλαξεν: ἄτρωτοί γε μὰν παι̂δες θεω̂ν.
ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ ἔστι μοι θεω̂ν ἕκατι μυρία παντᾳ̂ κέλευθος: ὠ̂ Μέλισσ', εὐμαχανίαν γὰρ ἔφανας ̓Ισθμίοις ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν: αἱ̂σι Κλεωνυμίδαι θάλλοντες αἰεὶ 5
σὺν θεῳ̂ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ' ἀλλοι̂ος οὐ̂ρος [10] πάντας ἀνθρώπους ἐπαί̈σσων ἐλαύνει. τοὶ μὲν ὠ̂ν Θήβαισι τιμάεντες ἀρχα̂θεν λέγονται πρόξενοί τ' ἀμφικτιόνων κελαδεννα̂ς τ' ὀρφανοὶ ὕβριος: ὅσσα δ' ἐπ' ἀνθρώπους ἄηται 10
μαρτύρια φθιμένων ζωω̂ν τε φωτω̂ν ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πα̂ν τέλος: ἀνορέαις δ' ἐσχάταισιν [20] οἴκοθεν στάλαισιν ἅπτονθ' ̔Ηρακλείαις: καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν. ἱπποτρόφοι τ' ἐγένοντο, 15
χαλκέῳ τ' ̓́Αρει ἅδον. ἀλλ' ἁμέρᾳ γὰρ ἐν μιᾳ̂ 17
τραχει̂α νιφὰς πολέμοιο τεσσάρων 17β
ἀνδρω̂ν ἐρήμωσεν μάκαιραν ἑστίαν: 18
νυ̂ν δ' αὐ̂ μετὰ χειμέριον ποικίλων μηνω̂ν ζόφον 18β
[30] χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις 19 δαιμόνων βουλαι̂ς. ὁ κινητὴρ δὲ γα̂ς ̓Ογχηστὸν οἰκέων 20
καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων, τόνδε πορὼν γενεᾳ̂ θαυμαστὸν ὕμνον ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν [40] εὐκλέων ἔργων: ἐν ὕπνῳ γὰρ πέσεν: ἀλλ' ἀνεγειρομένα χρω̂τα λάμπει, ̓Αωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις: 25
ἅ τε κἀν γουνοι̂ς ̓Αθανα̂ν ἅρμα καρύξαισα νικα̂ν ἔν τ' ̓Αδραστείοις ἀέθλοις Σικυω̂νος ὤπασεν τοιάδε τω̂ν τότ' ἐόντων φύλλ' ἀοιδα̂ν. οὐδὲ παναγυρίων ξυνα̂ν ἀπει̂χον [50] καμπύλον δίφρον, Πανελλάνεσσι δ' ἐριζόμενοι δαπάνᾳ χαι̂ρον ἵππων. 30
τω̂ν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί, ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων, πρὶν τέλος ἄκρον ἱκέσθαι: τω̂ν τε γὰρ καὶ τω̂ν διδοι̂: καὶ κρέσσον' ἀνδρω̂ν χειρόνων 35
[59] ἔσφαλε τέχνα καταμάρψαισ'. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ ἐν νυκτὶ ταμὼν περὶ ᾡ̂ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν ̔Ελλάνων ὅσοι Τρῴανδ' ἔβαν. ἀλλ' ̔́Ομηρός τοι τετίμακεν δι' ἀνθρώπων, ὃς αὐτου ̂ πα̂σαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν θεσπεσίων ἐπέων λοιποι̂ς ἀθύρειν. 40
του̂το γὰρ ἀθάνατον φωνα̂εν ἕρπει, [70] εἴ τις εὐ̂ εἴπῃ τι: καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν ἑργμάτων ἀκτὶς καλω̂ν ἄσβεστος αἰεί. προφρόνων Μοισα̂ν τύχοιμεν, κει̂νον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ' ἐπάξιον, 45
ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς θυμὸν ἐριβρεμετα̂ν θηρω̂ν λεόντων [80] ἐν πόνῳ, μη̂τιν δ' ἀλώπηξ, αἰετου̂ ἅ τ' ἀναπιτναμένα ῥόμβον ἴσχει. χρὴ δὲ πα̂ν ἔρδοντα μαυρω̂σαι τὸν ἐχθρόν. οὐ γὰρ φύσιν ̓Ωαριωνείαν ἔλαχεν: 50
ἀλλ' ὀνοτὸς μὲν ἰδέσθαι, συμπεσει̂ν δ' ἀκμᾳ̂ βαρύς. καίτοι πότ' ̓Ανταίου δόμους [90] Θηβα̂ν ἀπὸ Καδμεϊα̂ν μορφὰν βραχύς, ψυχὰν δ' ἄκαμπτος, προσπαλαίσων ἠ̂λθ' ἀνὴρ τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι, 55
υἱὸς ̓Αλκμήνας: ὃς Οὐλυμπόνδ' ἔβα, γαίας τε πάσας καὶ βαθύκρημνον πολια̂ς ἁλὸς ἐξευρὼν θέναρ, ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις. νυ̂ν δὲ παρ' Αἰγιόχῳ κάλλιστον ὄλβον [100] ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, ̔́Ηβαν τ' ὀπυίει, 60
χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς ̔́Ηρας. τῳ̂ μὲν ̓Αλεκτρα̂ν ὕπερθεν δαι̂τα πορσύνοντες ἀστοὶ καὶ νεόδματα στεφανώματα βωμω̂ν αὔξομεν ἔμπυρα χαλκοαρα̂ν ὀκτὼ θανόντων, τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς: 65
[110] τοι̂σιν ἐν δυθμαι̂σιν αὐγα̂ν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει αἰθέρα κνισάεντι λακτίζοισα καπνῳ̂, καὶ δεύτερον ἀ̂μαρ ἐτείων τέρμ' ἀέθλων γίνεται, ἰσχύος ἔργον. ἔνθα λευκωθεὶς κάρα 70
μύρτοις ὅδ' ἀνὴρ διπλόαν [120] νίκαν ἀνεφάνατο παίδων τρίταν πρόσθεν, κυβερνατη̂ρος οἰακοστρόφου γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν ̓Ορσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.
ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ μα̂τερ ̔Αλίου πολυώνυμε Θεία, σέο ἕκατι καὶ μεγασθενη̂ νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων: καὶ γὰρ ἐριζόμεναι 5
να̂ες ἐν πόντῳ καὶ ἅρμασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται: ἔν τ' ἀγωνίοις ἀέθλοισι ποθεινὸν [10] κλέος ἔπραξεν, ὅντιν' ἀθρόοι στέφανοι χερσὶ νικάσαντ' ἀνέδησαν ἔθειραν 10
ἢ ταχυτα̂τι ποδω̂ν. κρίνεται δ' ἀλκὰ διὰ δαίμονας ἀνδρω̂ν. δύο δέ τοι ζωα̂ς ἄωτον μου̂να ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθει̂ σὺν ὄλβῳ, εἴ τις εὐ̂ πάσχων λόγον ἐσλὸν ἀκούῃ. μὴ μάτευε Ζεὺς γενέσθαι: πάντ' ἔχεις, 15
εἴ σε τούτων μοι̂ρ' ἐφίκοιτο καλω̂ν. [20] θνατὰ θνατοι̂σι πρέπει. τὶν δ' ἐν ̓Ισθμῳ̂ διπλόα θάλλοισ' ἀρετά, Φυλακίδα, κει̂ται, Νεμέα δὲ καὶ ἀμφοι̂ν, Πυθέᾳ τε παγκρατίου. τὸ δ' ἐμὸν 20
οὐκ ἄτερ Αἰακιδα̂ν κέαρ ὕμνων γεύεται: σὺν Χάρισιν δ' ἔμολον Λάμπωνος υἱοι̂ς τάνδ' ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται θεοδότων ἔργων κέλευθον ἂν καθαράν, [30] μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾳ̂ 25
κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν, κλέονται δ' ἔν τε φορμίγγεσσιν ἐν αὐλω̂ν τε παμφώνοις ὁμοκλαι̂ς μυρίον χρόνον: μελέταν δὲ σοφισται̂ς Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι: 30
ἐν μὲν Αἰτωλω̂ν θυσίαισι φαενναι̂ς Οἰνεί̈δαι κρατεροί, [40] ἐν δὲ Θήβαις ἱπποσόας ̓Ιόλαος γέρας ἔχει, Περσεὺς δ' ἐν ̓́Αργει, Κάστορος δ' αἰχμὰ Πολυδεύκεος τ' ἐπ' Εὐρώτα ῥεέθροις. ἀλλ' ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ 35
Αἰακου̂ παίδων τε: τοὶ καὶ σὺν μάχαις δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι ̔Ηρακλη̂ϊ πρότερον, καὶ σὺν ̓Ατρείδαις. ἔλα νυ̂ν μοι πεδόθεν: λέγε, τίνες Κύκνον, τίνες ̔́Εκτορα πέφνον, 40
[50] καὶ στράταρχον Αἰθιόπων ἄφοβον Μέμνονα χαλκοάραν: τίς ἄρ' ἐσλὸν Τήλεφον τρω̂σεν ἑῳ̂ δορὶ Καί̈κου παρ' ὄχθαις; τοι̂σιν Αἴγιναν προφέρει στόμα πάτραν διαπρεπέα να̂σον: τετείχισται δὲ πάλαι 45
πύργος ὑψηλαι̂ς ἀρεται̂ς ἀναβαίνειν. πολλὰ μὲν ἀρτιεπὴς γλω̂σσά μοι τοξεύματ' ἔχει περὶ κείνων [60] κελαδέσαι: καὶ νυ̂ν ἐν ̓́Αρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθει̂σα ναύταις ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ 50
ἀναρίθμων ἀνδρω̂ν χαλαζάεντι φόνῳ. ἀλλ' ὅμως καύχημα κατάβρεχε σιγᾳ̂: Ζεὺς τά τε καὶ τὰ νέμει, Ζεὺς ὁ πάντων κύριος. ἐν δ' ἐρατεινῳ̂ [70] μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ' ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων 55
ἀμφ' ἀέθλοισιν γενεὰν Κλεονίκου ἐκμαθών: οὔτοι τετύφλωται μακρὸς μόχθος ἀνδρω̂ν: οὐδ' ὁπόσαι δαπάναι ἐλπίδων ἔκνισ' ὄπιν. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις 60
Φυλακίδᾳ πλαγα̂ν δρόμον εὐθυπορη̂σαι χερσὶ δεξιόν, νόῳ ἀντίπαλον. λάμβανέ οἱ στέφανον, φέρε δ' εὔμαλλον μίτραν, [80] καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ θάλλοντος ἀνδρω̂ν ὡς ὅτε συμποσίου δεύτερον κρητη̂ρα Μοισαίων μελέων κίρναμεν Λάμπωνος εὐάθλου γενεα̂ς ὕπερ, ἐν Νεμέᾳ μὲν πρω̂τον, ὠ̂ Ζευ̂, τίν γ' ἄωτον δεξάμενοι στεφάνων, 5
νυ̂ν αὐ̂τε ̓Ισθμου̂ δεσπότᾳ Νηρεί̈δεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου [10] Φυλακίδα νικω̂ντος. εἴη δὲ τρίτον σωτη̂ρι πορσαίνοντας ̓Ολυμπίῳ Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαι̂ς. 10
εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς, σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαι̂ς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν θεότιμος ἐών. [20] τοίαισιν ὀργαι̂ς εὔχεται 15
ἀντιάσαις ̓Αί̈δαν γη̂ράς τε δέξασθαι πολιὸν ὁ Κλεονίκου παι̂ς: ἐγὼ δ' ὑψίθρονον Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυται̂ς ἀνδρὸς φίλου Μοίρας ἐφετμαι̂ς. ὔμμε τ', ὠ̂ χρυσάρματοι Αἰακίδαι, 20
τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν [30] τάνδ' ἐπιστείχοντα να̂σον ῥαινέμεν εὐλογίαις. μυρίαι δ' ἔργων καλω̂ν τέτμηνθ' ἑκατόμπεδοι ἐν σχερῳ̂ κέλευθοι, καὶ πέραν Νείλοιο παγα̂ν καὶ δι' ̔Υπερβορέους: οὐδ' ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις, 25
ἅτις οὐ Πηλέος ἀί̈ει κλέος ἥρωος, εὐδαίμονος γαμβρου̂ θεω̂ν, οὐδ' ἅτις Αἴαντος Τελαμωνιάδα καὶ πατρός: τὸν χαλκοχάρμαν ἐς πόλεμον [40] ἀ̂γε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωί̈αν, ἥρωσι μόχθον, Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν 30
ἐν ναυσὶν ̓Αλκμήνας τέκος. εἱ̂λε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον Φλέγραισιν εὑρὼν ̓Αλκυονη̂, σφετέρας δ' οὐ φείσατο [50] χερσὶν βαρυφθόγγοιο νευρα̂ς 35
̔Ηρακλέης. ἀλλ' Αἰακίδαν καλέων ἐς πλόον κύρησε δαινυμένων. τὸν μὲν ἐν ῥινῳ̂ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαι̂σιν ἄρξαι καρτεραίχμαν ̓Αμφιτρυωνιάδαν, ἄνδωκε δ' αὐτῳ̂ φέρτατος 40
οἰνοδόκον φιάλαν χρυσῳ̂ πεφρικυι̂αν Τελαμών, [60] ὁ δ' ἀνατείναις οὐρανῳ̂ χει̂ρας ἀμάχους αὔδασε τοιου̂τον ἔπος: “εἴ ποτ' ἐμάν, ὠ̂ Ζευ̂ πάτερ, θυμῳ̂ ἐθέλων ἀρὰν ἄκουσας, νυ̂ν σε, νυ̂ν εὐχαι̂ς ὑπὸ θεσπεσίαις 45
λίσσομαι παι̂δα θρασὺν ἐξ ̓Εριβοίας ἀνδρὶ τῳ̂δε, ξει̂νον ἀμὸν μοιρίδιον τελέσαι, τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νυ̂ν περιπλανα̂ται [70] θηρός, ὃν πάμπρωτον ἄθλων κτει̂νά ποτ' ἐν Νεμέᾳ: θυμὸς δ' ἑπέσθω.” ταυ̂τ' ἄρα οἱ φαμένῳ πέμψεν θεὸς 50
ἀρχὸν οἰωνω̂ν μέγαν αἰετόν: ἁδει̂α δ' ἔνδον νιν ἔκνιξεν χάρις, εἰ̂πέν τε φωνήσαις ἅτε μάντις ἀνήρ: “ἔσσεταί τοι παι̂ς, ὃν αἰτει̂ς, ὠ̂ Τελαμών: καί νιν ὄρνιχος φανέντος κέκλε' ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαω̂ν [80] ἐν πόνοις ἔκπαγλον ̓Ενυαλίου.” 55
ὣς ἀ̂ρα εἰπὼν αὐτίκα ἕζετ'. ἐμοὶ δὲ μακρὸν πάσας αγήσασθ' ἀρετάς: Φυλακίδᾳ γὰρ ἠ̂λθον, ὠ̂ Μοι̂σα, ταμίας Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν ̓Αργείων τρόπον εἰρήσεταί που κἀν βραχίστοις. 60
ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου τρει̂ς ἀπ' ̓Ισθμου̂, τὰς δ' ἀπ' εὐφύλλου Νεμέας, [90] ἀγλαοὶ παι̂δές τε καὶ μάτρως: ἀνὰ δ' ἄγαγον ἐς φάος οἵαν μοι̂ραν ὕμνων: τὰν Ψαλυχιδα̂ν δὲ πάτραν Χαρίτων ἄρδοντι καλλίστᾳ δρόσῳ, 65
τόν τε Θεμιστίου ὀρθώσαντες οἰ̂κον τάνδε πόλιν θεοφιλη̂ ναίοισι. Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων ̔Ησιόδου μάλα τιμᾳ̂ του̂τ' ἔπος, [100] υἱοι̂σί τε φράζων παραινει̂, ξυνὸν ἄστει κόσμον ἑῳ̂ προσάγων, 70
καὶ ξένων εὐεργεσίαις ἀγαπα̂ται, μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων: γλω̂σσα δ' οὐκ ἔξω φρενω̂ν: φαίης κέ νιν ἀνδράσιν ἀθληται̂σιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ' ἀκόναν. πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι 75
[110] χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ' εὐτειχέσιν Κάδμου πύλαις.
ΣΤΡΕΨΙΑΔῌ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ τίνι τω̂ν πάρος, ὠ̂ μάκαιρα Θήβα, καλω̂ν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν εὔφρανας; ἠ̂ ῥα χαλκοκρότου πάρεδρον Δαμάτερος ἁνίκ' εὐρυχαίταν 5
ἄντειλας Διόνυσον; ἢ χρυσῳ̂ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεω̂ν, ὁπότ' ̓Αμφιτρύωνος ἐν θυρέτροις [10] σταθεὶς ἄλοχον μετη̂λθεν ̔Ηρακλείοις γοναι̂ς; ἢ ὅτ' ἀμφὶ πυκναι̂ς Τειρεσίαο βουλαι̂ς; ἢ ὅτ' ἀμφ' ̓Ιόλαον ἱππόμητιν; 10
ἢ Σπαρτω̂ν ἀκαμαντολογχα̂ν; ἢ ὅτε καρτερα̂ς ̓́Αδραστον ἐξ ἀλαλα̂ς ἄμπεμψας ὀρφανὸν μυρίων ἑτάρων ἐς ̓́Αργος ἵππιον; ἢ Δωρίδ' ἀποικίαν οὕνεκεν ὀρθῳ̂ ἔστασας ἐπὶ σφυρῳ̂ [20] Λακεδαιμονίων, ἕλον δ' ̓Αμύκλας 15
Αἰγει̂δαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις; ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί, ὅ τι μὴ σοφίας ἄωτον ἄκρον κλυται̂ς ἐπέων ῥοαι̂σιν ἐξίκηται ζυγέν. 20
κώμαζ' ἔπειτεν ἁδυμελει̂ σὺν ὕμνῳ καὶ Στρεψιάδᾳ: φέρει γὰρ ̓Ισθμοι̂ [30] νίκαν παγκρατίου: σθένει τ' ἔκπαγλος ἰδει̂ν τε μορφάεις: ἄγει τ' ἀρετὰν οὐκ αἴσχιον φυα̂ς. φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις, μάτρωί̈ θ' ὁμωνύμῳ δέδωκε κοινὸν θάλος, 25
χάλκασπις ᾡ̂ πότμον μὲν ̓́Αρης ἔμιξεν, τιμὰ δ' ἀγαθοι̂σιν ἀντίκειται. [40] ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται, λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῳ̂, ἀστω̂ν γενεᾳ̂ μέγιστον κλέος αὔξων 30
ζώων τ' ἀπὸ καὶ θανών. τὺ δέ, Διοδότοιο παι̂, μαχατὰν αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ ̔́Εκτορα ̓Αμφιάρηόν τε, εὐανθέ' ἀπέπνευσας ἁλικίαν 35
προμάχων ἀν' ὅμιλον, ἔνθ' ἄριστοι [50] ἔσχον πολέμοιο νει̂κος ἐσχάταις ἐλπίσιν. ἔτλαν δὲ πένθος οὐ φατόν: ἀλλὰ νυ̂ν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμω̂νος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δ' ἀθανάτων μὴ θρασσέτω φθόνος, 40
ὅ τι τερπνὸν ἐφάμερον διώκων ἕκαλος ἔπειμι γη̂ρας ἔς τε τὸν μόρσιμον αἰω̂να. θνᾴσκομεν γὰρ ὁμω̂ς ἅπαντες: [60] δαίμων δ' ἄϊσος: τὰ μακρὰ δ' εἴ τις παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεω̂ν ἕδραν: ὅτι πτερόεις ἔρριψε Πάγασος 45
δεσπόταν ἐθέλοντ' ἐς οὐρανου̂ σταθμοὺς ἐλθει̂ν μεθ' ὁμάγυριν Βελλεροφόνταν Ζηνός: τὸ δὲ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά. [70] ἄμμι δ', ὠ̂ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία, 50
τεαι̂σιν ἁμίλλαισιν εὐανθέα καὶ Πυθόϊ στέφανον.
ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὠ̂ νέοι, καμάτων πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω κω̂μον, ̓Ισθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ 5
[10] ἀέθλων ὅτι κράτος ἐξευ̂ρε. τῳ̂ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοι̂σαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες μήτ' ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων, μήτε κάδεα θεράπευε: παυσάμενοι δ' ἀπρήκτων κακω̂ν γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον: [20] ἐπειδὴ τὸν ὑπὲρ κεφαλα̂ς 10
τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός, ἀτόλματον ̔Ελλάδι μόχθον. ἀλλά μοι δει̂μα μὲν παροιχόμενον καρτερὰν ἔπαυσε μέριμναν: τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ <σκοπει̂ν> χρη̂μα πα̂ν. δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται, 15
[30] ἑλίσσων βίου πόρον: ἰατὰ δ' ἔστι βροτοι̂ς σύν γ' ἐλευθερίᾳ καὶ τά. χρὴ δ' ἀγαθὰν ἐλπίδ' ἀνδρὶ μέλειν: χρὴ δ' ἐν ἑπταπύλοισι Θήβαις τραφέντα Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν, πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες ̓Ασωπίδων [40] ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ. ὃ τὰν μὲν παρὰ καλλιρόῳ 20
Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα: σὲ δ' ἐς να̂σον Οἰνοπίαν ἐνεγκὼν κοιμα̂το, δι̂ον ἔνθα τέκες Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων: ὃ καὶ [50] δαιμόνεσσι δίκας ἐπείραινε: του̂ μὲν ἀντίθεοι 25
ἀρίστευον υἱέες υἱέων τ' ἀρηί̈φιλοι παι̂δες ἀνορέᾳ χάλκεον στονόεντ' ἀμφέπειν ὅμαδον: σώφρονές τ' ἐγένοντο πινυτοί τε θυμόν. ταυ̂τα καὶ μακάρων ἐμέμναντ' ἀγοραί, [60] Ζεὺς ὅτ' ἀμφὶ Θέτιος ἀγλαός τ' ἔρισαν Ποσειδα̂ν γάμῳ, ἄλοχον εὐειδέ' ἐθέλων ἑκάτερος ἑὰν ἔμμεν: ἔρως γὰρ ἔχεν. 30
ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεω̂ν πραπίδες, ἐπεὶ θεσφάτων ἐπάκουσαν: εἰ̂πε δ' εὔβουλος ἐν μέσοισι Θέμις, [70] οὕνεκεν πεπρωμένον ἠ̂ν φέρτερον γόνον ἄνακτα πατρὸς τεκει̂ν ποντίαν θεόν, ὃς κεραυνου̂ τε κρέσσον ἄλλο βέλος 35
διώξει χερὶ τριόδοντός τ' ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρ' ἀδελφεοι̂σιν.--“ἀλλὰ τὰ μὲν παύσατε: βροτέων δὲ λεχέων τυχοι̂σα [80] υἱὸν εἰσιδέτω θανόντ' ἐν πολέμῳ, χει̂ρας ̓́Αρεί̈ ἀκμὰν ποδω̂ν. τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον ὀπάσσαι γέρας Αἰακίδᾳ, 40
ὅντ' εὐσεβέστατον φάτις ̓Ιωλκου̂ τράφειν πεδίον: ἰόντων δ' ἐς ἄφθιτον ἄντρον εὐθὺς [90] Χείρωνος αὐτίκ' ἀγγελίαι: μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω ἄμμιν: ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν 45
[100] λύοι κεν χαλινὸν ὑφ' ἥρωϊ παρθενίας.” ὣς φάτο Κρονίδαις ἐννέποισα θεά: τοὶ δ' ἐπὶ γλεφάροις νευ̂σαν ἀθανάτοισιν: ἐπέων δὲ καρπὸς οὐ κατέφθινε. φαντὶ γὰρ ξύν' ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφω̂ν στόματ' ἀπείροισιν ἀρετὰν ̓Αχιλέος: ὃ καὶ Μύσιον ἀμπελόεν 50
[110] αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον, γεφύρωσέ τ' ̓Ατρεί̈δαισι νόστον, ̔Ελέναν τ' ἐλύσατο, Τρωί̈ας ἰ̂νας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν 55
[120] ὑπέρθυμον ̔́Εκτορά τ' ἄλλους τ' ἀριστέας: οἱ̂ς δω̂μα Φερσεφόνας μανύων ̓Αχιλεύς, οὐ̂ρος Αἰακιδα̂ν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν. τὸν μὲν οὐδὲ θανόντ' ἀοιδαὶ ἔλιπον, ἀλλά οἱ παρά τε πυρὰν τάφον θ' ̔Ελικώνιαι παρθένοι στάν, ἐπὶ θρη̂νόν τε πολύφαμον ἔχεαν. [130] ἔδοξ' ἀ̂ρα τόδ' ἀθανάτοις, 60
ἐσλόν γε φω̂τα καὶ φθίμενον ὕμνοις θεα̂ν διδόμεν. τὸ καὶ νυ̂ν φέρει λόγον, ἔσσυταί τε Μοισαι̂ον ἅρμα Νικοκλέος μνα̂μα πυγμάχου κελαδη̂σαι. γεραίρετέ νιν, ὃς ̓́Ισθμιον ἂν νάπος Δωρίων ἔλαχεν σελίνων: ἐπεὶ περικτίονας 65
[140] ἐνίκασε δή ποτε καὶ κει̂νος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτου̂ γενεὰ πατραδελφεου̂: ἁλίκων τῳ̂ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον, ἐπεί νιν ̓Αλκαθόου τ' ἀγὼν σὺν τύχᾳ [150] ἐν ̓Επιδαύρῳ τε νεότας δέκετο πρίν: τὸν αἰνει̂ν ἀγαθῳ̂ παρέχει: 70
ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾳ̂ καλω̂ν δάμασεν.
. Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License |
||
|
|
|